1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

47

ὑποστάσεων, μυστικῶς τὸν τῆς ὑπάρξεως σημαίνουσα τρόπον τῆς παναγίας καὶ ἀνάρχου μονάδος, ἐπειδὴ μονὰς κατ᾽ οὐσίαν ἐστὶν ἡ πάνσεπτος καὶ προσκυνητὴ καὶ πανεύφημος τριὰς τῶν ὑποστάσεων μονὰς γὰρ ἐν τριάδι καὶ ἐν μονάδι τριάς ἐστιν ὁ Θεὸς ἡμῶν, ἡνίκα δὲ πρὸς τοὺς ἀσεβεῖς πληθυντικὸν περὶ Θεοῦ ποιεῖται τὸν λόγον, τὴν ψεκτὴν ἐκείνων, ὡς οἶμαι, διελέγχει περὶ θεότητος ἔννοιαν, φυσικὴν ἀλλ᾽ οὐχ ὑποστατικὴν εἶναι τὴν ἐν τοῖς ἰδιώμασιν ὑπειληφότων διαφοράν, ὅπερ σαφῶς τὴν πολύθεον εἰσηγεῖται πλάνην τοῖς οὕτως περὶ θεότητος ἔχουσιν.

Εἰ δὲ μηδὲ τοῦτο λέγοντες πείθομεν, ἐπειδὴ φίλον τῷ Πνεύματι καὶ τοῖς τὸ Πνεῦμα φιλοῦσιν ἀγαπητὸν τὸ μὴ μάχεσθαι, δεξώμεθα συμφώνως ἀλλήλοις τὴν ἁγίαν Γραφήν, τὴν (14Β_202> ἐν μονάδι παναγίαν Τριάδα ποτὲ μὲν ὡς δημιουργὸν εἰσηγουμένην, ὡς τὸ ποιήσωμεν ἄνθρωπονΠατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔργον ὑπάρχει σαφῶς ἡ τῶν ὄντων ὑπόστασις, ποτὲ δὲ ὡς ἀποδεκτικὴν τῶν τοῖς αὐτῆς εὐσεβῶς νόμοις πολιτευσαμένων, ὡς προνοητικὴν τῶν ὑπ᾽ αὐτῆς εἰληφότων τοῦ εἶναι τὴν γένεσιν, ὡς τῷ Ἀβραὰμ τριαδικῶς φαινομένην καὶ μοναδικῶς διαλεγομένην, ποτὲ δὲ ὡς τιμωρητικὴν ἤγουν κριτικὴν τῶν τοὺς νόμους παραφθειράντων τῆς φύσεως καὶ διορθωτικὴν τῶν παρασφαλέντων τοῦ καθήκοντος νόμου τῆς φύσεως, ὡς τὸ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Οὐ γὰρ δημιουργικὴ μόνον ὑπάρχει τῶν ὄντων ἡ ἁγία καὶ ὁμοούσιος Τριάς, ἀλλὰ καὶ συνεκτικὴ καὶ τῶν πρὸς ἀξίαν ἑκάστου διανεμητική, οἷα δὴ Θεὸς εἷς ὑπάρχουσα κατὰ φύσιν δημιουργὸς προνοητής τε καὶ κριτὴς τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων. Κοινὸν γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ τὸ δημιουργεῖν, οὕτω δὴ καὶ τὸ κρίνειν καὶ τῶν πεποιημένων σοφῶς προνοεῖν.

ΣΧΟΛΙΑ 1. Ἑκάστῳ φησίν, κατά τήν ὑποκειμένην αὐτῷ περί Θεοῦ δόξαν ὁ Θεός

ἐμφανίζεται. Τοῖς μέν κατ᾿ ἔφεσιν τήν ὑλικήν περάσασι σύνθεσιν, καί τάς δυνάμεις τῆς ψυχῆς ἰσονομούσας ἀλλήλαις κατά μίαν καί τήν αὐτήν περί Θεόν ἀεικινησίαν κεκτημένοις, ὡς μονάς ἐμφαίνεται καί Τριάς· ἵνα τήν οἰκείαν ὕπαρξιν παραδείξειεν, καί τόν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν. Τοῖς δέ περί μόνην τήν ὑλικήν διάθεσιν ἔχουσι κινουμένην τήν ἔφεσιν, καί ἀλλήλαις ἀσυνδέτους τάς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσίν ἐμφανίζεται· δεικνύς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ᾿ ἥν ὁ σωματικός ἐξ ὕλης καί εἴδους συνέστηκε κόσμος.

2. Ὁ φυσικήν εἶναι λέγων, φησίν, ἐπί Θεοῦ τήν τῶν ἰδιωμάτων, (14Β_204> ἀλλ᾿ οὐχ ὑποστατικήν διαφοράν, οὐκ ἔνθεος ὁ τοιοῦτος, ἀλλά πολύθεος, οὐσιῶν ἰδιότησιν, ἀλλ᾿ οὐχ ὑποστάσεων ἐπιδέχεσθαι φάσκων τό θεῖον τήν ἐξαρίθμησιν.

ΚΘ (29). ΠΕΡΙ ΤΟΥ "ΟΙΤΙΝΕΣ ∆ΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΛΕΓΟΝ ΤΩ ΠΑΥΛΩ ΜΗ

ΑΝΑΒΑΙΝΕΙΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ". 29. ΕΡΩΤΗΣΙΣ ΚΘ' Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι κείμενον οἵτινες διὰ τοῦ Πνεύματος ἔλεγον τῷ

Παύλῳ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα; ∆ιὰ τί παρήκουσε τοῦ Πνεύματος καὶ ἀνέβη; Ἀπόκρισις. Ὁ μὲν ἅγιος Ἡσαΐας ὁ προφήτης ἐν τῇ κατ᾽ αὐτὸν προφητείᾳ ἑπτὰ πνεύματα

τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνατείλαντι Σωτῆρι λέγει ἐπαναπαύεσθαι, οὐχ ἑπτὰ πνεύματα τοῦ Θεοῦ γινώσκων καὶ οὕτω τοὺς ἄλλους ἐκδέχεσθαι διδάσκων, ἀλλὰ τὰς ἐνεργείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος πνεύματα καλέσας διὰ τὸ πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχειν ἀναλόγως τὸ ἐνεργοῦν ἅγιον Πνεῦμα· ὁ δὲ θεῖος ἀπόστολος τὰς διαφόρους ἐνεργείας αὐτοῦ τοῦ ἑνὸς ἁγίου Πνεύματος χαρίσματα λέγει διάφορα, ὑφ᾽ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα Πνεύματος. Εἰ τοίνυν