1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

82

κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως τῆς μὲν φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ἐπ᾽ αἰσθήσεσι τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων παρὰ φύσιν κινουμένων ποιητικὴν τῆς κακίας ἕξιν καὶ ἀποστρέφει μετ᾽ αἰσχύνης τὸν διάβολον ἀποβαλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾽ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος.

Ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας ∆αβίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ μετ᾽ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ (14Β_344> μὴ ἐκβῆναι τῆς πόλεως διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν. Καὶ τοῦτο εἴπερ Ἄβελ ὁ μακάριος ἐφυλάξατο καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ, τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ τὴν δύναμιν τῆς αὐτοῦ προσηγορίας, ὁ πρῶτος ἄνθρωπος Ἀδάμ, γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ θεὸς οὐκ ἐδημιούργησε· κτῆσις γὰρ ἑρμηνεύεται ὁ Κάϊν. Ὁμοίως δὲ καὶ ∆ίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων, τουτέστι ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται νῶτος, Ἐμμὸρ δὲ ὄνος, τουτέστι τὸ σῶμα. Ὁ μὲν οὖν νῶτος, τουτέστιν ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ᾽ οὐκ ἐμπρόσθιος, τουτέστιν ὕστερος, ἀλλ᾽ οὐ πρῶτος. Κατ᾽ ἀρχὰς γάρ, ἤτουν ἔμπροσθεν, πρὶν γενέσθαι τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὐκ εἶχε τὸ σῶμα τοῦτο τὸ ἀνθρώπινον, τουτέστιν ὁ Ἐμμόρ, τὸν νόμον τῆς ἁμαρτίας, λέγω δὲ τὸν Συχέμ, ἀλλ᾽ ὕστερον ἐπεφύη τῷ σώματι διὰ τὴν παρακοὴν τῆς ἁμαρτίας ὁ νόμος· ὃν ὁ ἀληθὴς διασκοπήσας λόγος διὰ τὴν ὕστερον γένεσιν προσηγόρευσε Συχέμ, τουτέστι νῶτον, ὅπέρ ἐστιν ὀπίσθιος· τὸ γὰρ ὀπίσθιον δηλοῖ σαφῶς κατὰ φύσιν ὁ νῶτος. Ὥστε καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως μὴ ἅπτεσθαι τῆς φυσικῆς θεωρίας, ἵνα μή, λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων ἢ πρὸς τὴν ψυχὴν οἱ ἐγκεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων.

(14Β_346> ΣΧΟΛΙΑ 1. Ἡ τῶν ὄντων ἀπλανής θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις

Ἱερουσαλήμ λέγεται, διά τε τήν ἄρτιον ἀρετήν, καί τήν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατά στέρησιν παθῶν, ἀλλά καί φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος.

2. Ἡ πίστις παραμυθεῖται τόν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δέ ἐλπίς ὑπ᾿ ὄψιν ἄγουσα τήν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τήν τῶν ἀντικειμένων καταδρομήν. Ἡ δέ ἀγάπη, νεκράν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τήν προσβολήν, τῇ πρός Θεόν ἐφέσει παντελῶς ἀμαυρουμένην.

3. Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησίν, τοῦ διά τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστί καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.

4. Συνᾴδει, φησίν, τά πράγματα τοῖς ὀνόμασιν. Χωρίς γάρ τινος προσδοκίας, ἤ δυσχεροῦς ἤ εὐχεροῦς ἐπιστροφή πρός τό καλόν οὐδενί ποτε πέφυκε γίνεσθαι.