1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

76

καθάπερ γωνίας τὰς πολλὰς καὶ διαφόρους τῶν διῃρημένων ἑνώσεις, ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν καὶ οὐρανοῦ πρὸς γῆν καὶ αἰσθητῶν πρὸς νοητὰ καὶ φύσεως πρὸς λόγον, ἐφ᾽ ὧν ἁπάντων κατὰ τὴν οἰκείαν ἐπιστήμην τὰς ἀληθεῖς ἐφ᾽ ἑκάστῳ δόξας πηξάμενος ὁ θεωρητικὸς νοῦς ἐπὶ τῶν γωνιῶν σοφῶς οἰκοδομεῖ τοὺς νοητοὺς πύργους, τουτέστιν ἐπὶ τῶν ἑνώσεων τὰ συνδετικὰ τῶν ἑνώσεων δόγματα.

Καὶ κατίσχυσε καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς. Ὁ τῶν παθῶν ἐξηλῶσαι δυνηθεὶς τὰς αἰσθήσεις καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον, καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὲ τὴν φυσικὴν θεωρίαν, οἱονεὶ πύργους ἀσφαλεῖς τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, λέγω δὲ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον.

Καὶ ἐλατόμησε λάκκους πολλούς, τὰς διαφόρους δηλαδὴ τῶν κρειττόνων ἕξεις, τὰς δεκτικὰς τῶν θεόθεν χορηγουμένων κατὰ τὴν γνῶσιν μαθημάτων.

Ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Ὁ διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν νομίμως ὑπὲρ ἀληθείας ἀθλῶν ἐκ τῶν περὶ τὴν ἀρετὴν καὶ τὴν (14Β_320> γνῶσιν διαφόρων ἕξεων, ὡς ἐκ λατομητῶν λάκκων, τὰ ἐν Σεφιλᾷ κτήνη, τουτέστι τὰ διὰ τῆς τῶν ἀκουσίων πειρασμῶν γυμναζόμενα πείρας περὶ τὸ σῶμα τῆς ψυχῆς κινήματα, πρὸς ὑπομονὴν ὑπαλείφει, ποτίζων τοὺς περὶ καρτερίας λόγους· τὰ δὲ ἐν τῇ πεδινῇ, τουτέστι τὰ διὰ τῶν δεξιῶν εὐθηνούμενα τῷ πλάτει τῶν ἀρετῶν τῆς ψυχῆς κινήματα, τοὺς περὶ ταπεινοφροσύνης καὶ μετριοπαθείας ποτίζει λόγους, πρὸς τὸ μήτε τοῖς ἀριστεροῖς καταπεσεῖν μήτε τοῖς δεξιοῖς ἐπαρθῆναι.

Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Αμπελουργοί εἰσιν ἐν τῇ ὀρεινῇ οἱ κατὰ τὸ ὕψος μένοντες τῆς θεωρίας καὶ τὴν ἐκστατικὴν καὶ ἀπόρρητον φιλοκαλοῦντες γνῶσιν εὐσεβεῖς λογισμοί· καὶ ἐν τῷ Καρμήλῳ οἱ τὸν περὶ τελείας ἀπαθείας τε καὶ καθάρσεως διὰ τῆς τῶν ἁπάντων, ὡς ἀκροβυστίας τινὸς τῷ γονίμῳ τῆς ψυχῆς περικειμένης, ἀφαιρέσεως γεωργοῦντες λόγον λογισμοί, καὶ οἷον γνωστικῶς περιτέμνοντες παντελῶς τοῦ νοῦ τὴν σχέσιν τῶν ὑλικῶν. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλός ἐστιν.

Γεωργὸν δέ φησιν εἶναι τὸν Ὀζίαν, ὅτι πᾶς νοῦς ἰσχὺν Θεοῦ πρὸς θεωρίαν ἔχων καὶ ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα, μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχει τοῦ Θεοῦ τὴν μνήμην. Φησὶ γὰρ καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ Κυρίου. Ζαχαρίαν δὲ μνήμην Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος. ∆ιὸ πάντοτε δεηθῶμεν τοῦ Κυρίου τὴν σωτήριον αὐτοῦ ἡμῖν φυλαχθῆναι μνήμην, ἵνα μὴ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν καὶ τῶν ὑπὲρ φύσιν, ὡς ὁ Ὀζίας, κατατολμήσασαν.

ΣΧΟΛΙΑ 1. Σκηνήν λέγει θαυμαστήν τήν ἐξ ἡμῶν ἁγίαν τοῦ Θεοῦ σάρκα, (14Β_322>

ὡς δίχα σπορᾶς ἐν αὐτῷ τό εἶναι λαβοῦσαν· οἶκον δέ, τήν νοεράν ψυχήν. Σάρκα γάρ νοερῶς ἐμψυχωμένην ἀῤῤήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ Λόγος τῷ ὁμοίῳ τό ὅμοιον ἀνακαθαίρων. Τόπος δέ, αὐτός ἐστιν ὁ Λόγος ὁ καθ᾿ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τήν φύσιν πηξάμενος. Πρός ταύτην οὖν τήν σκηνήν σάρκα διερχόμεθα, τήν ἡμετέραν διά τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι᾿ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ κατά τήν χάριν τοῦ Πνεύματος· καί ἕως τοῦ οἴκου τοῦ Θεοῦ διά τῆς ἀμιγοῦς θεωρίας, κατά τήν ἁπλῆν καί ἀδιαίρετον