1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

150

(14Γ_228> 62. ΕΡΩΤΗΣΙΣ ΞΒ' Τί ἐστιν ὃ λέγει Ζαχαρίας ὁ ἅγιος Προφήτης· «καὶ ἦρα τοὺς ὀφθαλμούς μου

καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπε πρός με· αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς». Καὶ μετ᾽ ὀλίγα· «καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ψευδῶς, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ». Τί τὸ δρέπανόν ἐστι καὶ τὸ μέτρον τοῦ τε μήκους καὶ τοῦ πλάτους; Καὶ διὰ τί πετόμενον; Καὶ τίς ὁ κλέπτης καὶ ἐπίορκος, καὶ τίς ὁ τούτου οἶκος· τίνα τε τὰ ξύλα, καὶ τίνες οἱ λίθοι;

Ἀπόκρισις. Ὁ φήσας Θεὸς, «ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τῆς

ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς αὐτοῦ θαυμαστῆς ἐπιδημίας τοῖς συμβόλοις διαποικίλας προκατεβάλετο τὰς ὑποτυπώσεις, ἄλλην δι᾽ ἄλλου τῶν προφητῶν, ὡς ἕκαστος ἦν χωρητικός, προδεικνύμενος. Οὐκοῦν, καὶ τῷ μεγάλῳ προφήτῃ Ζαχαρίᾳ τῶν οἰκείων μυστηρίων δωρούμενος τὴν μύησιν καὶ οἷον ὑπ᾽ ὄψιν ἄγων αὐτῷ πρὸς κατανόησιν τῆς μελλούσης αὐτοῦ διὰ σαρκὸς παρουσίας τὴν δύναμιν, δρέπανον αὐτῷ κατὰ τὴν θεωρίαν σοφῶς διεσκεύασεν, διδάσκων ὡς αὐτὸς ἔμελλεν, ὁ τοῖς τύποις ἑαυτὸν πολυειδῶς (14Γ_230> ταῖς τῶν προφητῶν ὁράσεσι μυστικῶς διαπλάσας, τὴν ἡμετέραν ἑκουσίως κατ᾽ ἀλήθειαν ὑπελθεῖν φύσει διάπλασιν, ἵνα δείξῃ παροῦσαν τοῖς πράγμασι τὴν προμηνυθεῖσαν διὰ τῶν τύπων ἀλήθειαν.

∆ρέπανον οὖν ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός(1), ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ δι᾽ ἑαυτὸν μὲν κατὰ φύσιν ἁπλοῦς καὶ ὢν καὶ ἀεὶ διαμένων, δι᾽ ἐμὲ δὲ κατὰ πρόσληψιν σαρκὸς νοερῶς ἐψυχωμένης, ὡς οἶδεν αὐτός, γενόμενος καθ᾽ ὑπόστασιν σύνθετος, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα καθ᾽ ὑπόστασιν ἑνώσει τὴν εἰς μίαν φύσιν παραδεχόμενος σύγχυσιν, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα κατὰ τὴν φύσιν διαφορᾷ πρὸς Υἱῶν δυάδα τεμνόμενοςἄκρον δέ φημι τῆς μὲν καθ᾽ ὑπόστασιν ἑνώσεως τὸ παντελῶς ἀδιαίρετον, τῆς δὲ κατὰ φύσιν διαφορᾶς ἄκρον τὸ παντελῶς ἀσύγχυτον καὶ ἀναλλοίωτον, ὅτι μηδὲ συνεπάγεται παντελῶς τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι καὶ τὴν καθ᾽ ὑπόστασιν διαφορὰν τὸ μυστήριον τῆς θείας σαρκώσεως, οὔτε μήν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, τήν εἰς μίαν φύσιν σύγχυσιν· τὸ μὲν ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον(2), τὸ δὲ ἵνα μηδὲν ᾖ τῇ θεότητι κατὰ φύσιν ὁμογενὲς καὶ ὁμοούσιον. ∆ύο γὰρ φύσεων πρὸς ὑπόστασιν ἀλλ᾽ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος, ἵνα καὶ τὸ καθ᾽ ὑπόστασιν ἓν ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ πάσης ἐκτὸς μένον τροπῆς καὶ συγχύσεως.

Εἰ γὰρ πρὸς φύσεως γένεσιν ἡ τῶν φύσεων γέγονε σύνοδος(3), ἀδιάγνωστον ἂν ἦν ἡμῖν παντελῶς τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, οὐκ ἔχουσι πόθεν ἢ πῶς δυνηθῆναι μαθεῖν τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ συγκατάβασιν, εἰς τὴν θείαν φύσιν διὰ τὴν ἕνωσιν τῆς σαρκὸς μεταβληθείσης ἢ τῆς θείας εἰς τὴν τῆς σαρκὸς οὐσίαν μετατραπείσης ἢ ἀμφοῖν πρὸς ἄλλης (14Γ_232> παρ᾽ ἑαυτὰς γένεσιν κατά τινα μίξιν συμφυρεισῶν καὶ μηδετέρας τῶν ἐξ ὧν ἐστι φύσεων τὸν λόγον ἀλώβητον φερουσῶν. Εἴτε γὰρ εἰς θεότητος φύσιν ἡ σάρξ, εἴτε πρὸς σάρκα ἡ τῆς θεότητος μετεβλήθη φύσις, εἴτε πρὸς ἄλλης γένεσιν φύσεως παρὰ ταύτας ὁ τῆς πρὸς φύσιν μίαν ἑνώσεως τρόπος τὰς φύσεις συνώθησεν, ἐγὼ τὸ μυστήριον τῆς θείας σαρκώσεως οὐκ ἐπιγινώσκω, φυσικὴν οὐχ εὑρίσκων μετὰ τὴν ἕνωσιν ἐν τῷ