1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

117

εἰρηνικῆς καὶ τῶν θείων ἐποπτικῆς γνώσεως, καὶ τῆς Ἰουδαίας, τουτέστι τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως. Πρὸς γὰρ τὸ πένθος μετοικίσας(35) ὁ νοῦς τὰς οἰκείας δυνάμεις καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν καὶ τὴν μνήμην τῶν κατ᾽ εἶδος πλημμεληθέντωντοῦτο γάρ ἐστιν ἀποκάλυψις αὐτῶνκαὶ ἁπλῶς εἰπεῖν εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενοςτοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι, καθ᾽ ὃν τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος, καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως διαπερῶσαν πρὸς αὐτόν, ὄντα ἐν πένθει καλῷ, τὴν τύραννον οἴησιν ἀποκτέννει καὶ πρὸς τὴν οἰκείαν πάλιν ἐπανέρχεται δόξαν καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, (14Γ_084> βασιλεύει καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ Θεοῦ λατρεύει τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν.

Ἀλλ᾽ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιαι τεσσαρακονταπέντε. ∆ηλοῖ δὲ ὁ παρὼν ἀριθμὸς τὴν τοῦ νοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας, τουτέστι τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια(36) σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν, ἐπαινετῶς λαμβανόμενος, ὁ δὲ τεσσαράκοντα τὰ αἴσθητα, καὶ ὁ πέντε τὰς αἰσθήσεις.

Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ὑποζύγιόν ἐστι τὸ ὑπεζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων, ἤγουν ἡ κατ᾽ ἀρετὴν τοῦ σώματος ἕξις. Καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοὶ πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον, τοῖς μαρσίπποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι καὶ πρὸς τὴν μέλλουσαν ζωὴν μετακομίζοντες. Ὁ δὲ τούτων ἀριθμὸς (5.525) τῶν ὄνων, σφαιρικὸς(37) ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾽ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί.

Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως. Εἰ δέ τις βούλεται πάλιν τῆς Ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι (14Γ_086> λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν διαθέσεις, ἄνδρες εἰσὶν οἱ τὸ μέτρον ἐφθακότες κατὰ τὸ ἐφικτὸν τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ κατ᾽ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες· παῖδές εἰσι καὶ παιδίσκαι οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας· ψάλται δὲ οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι· ψαλτῳδοὶ δὲ οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν· κάμηλοι δὲ οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν· ἵπποι δὲ οἱ· τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου καλῶς διατρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι· ὄνοι ἤγουν ὑποζύγια οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γάρ τις συναγαγὼν τῆς ἁγίας Ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι.

Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος ἐνταῦθα, κατ᾽ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δέ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ