1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

64

φύσεως, ἀναλαβών, ὑπὲρ ἡμῶν γέγονε φύσει παθητὸς ἄνθρωπος, διὰ τῆς δι᾽ ἐμὲ ἁμαρτίας τὴν ἐμὴν ἀνελὼν ἁμαρτίαν. Καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ τὸ περὶ κακίαν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς ἀφθαρσίας ἀφείλετο κλέος τῆς φύσεως, φύσιν ἀθάνατον ἔχειν (14Β_270> οὐκ εἶναι καλὸν κρίναντος τοῦ Θεοῦ τὸν κακισθέντα τὴν προαίρεσιν ἄνθρωπον, οὕτως ἐν τῷ Χριστῷ τὸ περὶ τὸ καλὸν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς φθορᾶς αἶσχος τῆς ὅλης ἀφείλετο φύσεως, κατὰ τὴν ἀνάστασιν μεταπλασθείσης εἰς ἀφθαρσίαν τῆς φύσεως διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως, εὔλογον κρίναντος τοῦ Θεοῦ πάλιν ἀθάνατον ἀπολαβεῖν τὴν φύσιν τὸν μὴ τραπέντα τὴν προαίρεσιν ἄνθρωπον. Ἄνθρωπον δὲ λέγω τὸν σαρκωθέντα Θεὸν Λόγον δι᾽ ἣν ἑαυτῷ καθ᾽ ὑπόστασιν ἥνωσε λογικῶς ἐψυχωμένην σάρκα. Εἰ γὰρ τὸ κατὰ φύσιν παθητόν τε καὶ φθαρτὸν καὶ θνητὸν ἐν τῷ Ἀδὰμ ἡ τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν, εἰκότως τὸ κατὰ φύσιν ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἐν τῷ Χριστῷ διὰ τῆς ἀναστάσεως ἡ ἀτρεψία τῆς προαιρέσεως ἐπανήγαγε.

Κατάκρισις οὖν ἐστι τῆς προαιρετικῆς ἁμαρτίας τοῦ Ἀδὰμ ἡ τῆς φύσεως πρὸς πάθος καὶ φθορὰν καὶ θάνατον μεταποίησις· ἣν οὐ γέγονε μὲν ἐκ Θεοῦ καταρχὰς ἔχων ὁ ἄνθρωπος, ἐποίησε δὲ καὶ ἔγνω, τὴν προαιρετικὴν διὰ τῆς παρακοῆς ἁμαρτίαν δημιουργήσας· ἧς ὑπάρχει γέννημα σαφῶς ἡ διὰ τοῦ θανάτου κατάκρισις. Ταύτην δὲ τῆς ἐμῆς προαιρετικῆς ἁμαρτίας τὴν κατάκρισιν, λέγω δὲ τὸ κατὰ φύσιν παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, ὁ Κύριος λαβὼν ἁμαρτία γέγονε δι᾽ ἐμὲ κατὰ τὸ παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, τὴν ἐμὴν ἑκουσίως ὑποδὺς φύσει κατάκρισιν, ἀκατάκριτος ὑπάρχων τὴν προαίρεσιν, ἵνα τὴν ἐμὴν προαιρετικήν τε καὶ φυσικὴν ἁμαρτίαν καὶ κατάκρισιν κατακρίνῃ, κατὰ ταὐτὸν ἁμαρτίαν καὶ πάθος καὶ φθορὰν καὶ θάνατον ἐξωθήσας τῆς φύσεως, καὶ γένηται καινὸν μυστήριον ἡ περὶ ἐμέ, τὸν πεσόντα ἐξ ἀπειθείας, τοῦ ὑπὲρ ἐμὲ ἐκ φιλανθρωπίας οἰκονομία, τῆς ἐμῆς ἕνεκεν σωτηρίας τὴν ἐμὴν ἑκουσίως οἰκειουμένου διὰ τοῦ θανάτου κατάκρισιν, καὶ δι᾽ αὐτῆς χαριζομένου μοι τὴν πρὸς ἀθανασίαν ἀνάκλησιν.

Πολλαχῶς, οἶμαι, δέδεικται κατ᾽ ἐπιτομὴν πῶς τε γέγονε μὲν ἁμαρτία ὁ Κύριος, οὐκ ἔγνω δὲ τὴν ἁμαρτίαν, καὶ πῶς ὁ (14Β_272> ἄνθρωπος οὐ γέγονε μέν, ἐποίησε δὲ καὶ ἔγνω τὴν ἁμαρτίαν, τήν τε προαιρετικήν, ἧς αὐτὸς ἀπήρξατο, τήν τε φυσικήν, ἣν δι᾽ αὐτὸν ὁ Κύριος κατεδέξατο, τῆς πρώτης παντελῶς ὑπάρχων ἐλεύθερος. Οὐδαμῶς οὖν τοῦ γίνεσθαι κρεῖττον ὑπάρχει τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν κατὰ τὸν ἀποδοθέντα νοούμενον τοῦ λόγου σκοπόν, καὶ μετὰ τῆς πρεπούσης διαστολῆς τῆς κατὰ τὴν ἁμαρτίαν ὁμωνυμίας νοουμένης. Τὸ μὲν γὰρ Θεοῦ ποιεῖται χωρισμόν, ἀπωθουμένης ἑκουσίως τὰ θεῖα τῆς προαιρέσεως, τὸ δὲ κακίας πολλάκις γίνεται κωλυτικόν, μὴ συγχωροῦν εἰς ἔργον προβῆναι, διὰ τὴν φυσικὴν ἀσθένειαν, τὴν κακίαν τῆς προαιρέσεως.

ΣΧΟΛΙΑ 1. Ἁμαρτίαν φύσεως εἶναί φησι τόν θάνατον, καθ᾿ ὅν τοῦ εἶναι καί μή

θέλοντες ἀπογινόμεθα· ἁμαρτίαν δέ προαιρέσεως, τήν τῶν παρά φύσιν αἵρεσιν, καθ᾿ ἥν τό εὖ εἶναι θέλοντες ἀποπίπτομεν.

2. Ὅτι φθαρτός μέν κατὰ φύσιν σαρκωθείς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ Κύριος, καθ' ὅ καί ἁμαρτία γεγονέναι λέγεται φησίν· ἄφθαρτος δέ φύσει κατά προαίρεσιν, ὡς ἀναμάρτητος.

3. Ὁ τοῦ Κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχή τῆς ὅλης φύσεως γέγονεν. 4. Ἡ δι᾿ ἡμᾶς ἐστιν ἁμαρτία, τό τῆς φύσεως φθαρτόν· ἡ δέ ἡμῶν ἁμαρτία, τό

τρεπτόν τῆς προαιρέσεως. ∆ιό γέγονε θνητός ὁ ἄνθρωπος, τόν φυσικόν ὑπομείνας θάνατον, κατά δικαίαν κρίσιν, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέσεως.

5. Πρώτην ἁμαρτίαν φησί τήν τροπήν τῆς προαιρέσεως, ἥν οὐκ ἔσχεν ὁ Κύριος, καίτοι λαβών ἀληθῶς τό κατά φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς