1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

68

Ἢ πάλιν, ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας οἱ γνώσει καὶ ἀρετῇ διόλου ποιωθέντες τῷ Πνεύματι εὐσεβείας καὶ πίστεως ποιοῦνται δεκτικάς, καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων πρὸς τὴν τῶν ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν, εἰκότως τῶν προσαγομένων εἰς θυσίαν Θεοῦ τὸ στηθύνιον τοῦ ἐπιθέματος, τουτέστι τῶν προσαγομένων τὴν καρδίαν, καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν, προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ λόγος.

ΣΧΟΛΙΑ 1. Θεωρίας μέν τό στηθύνιον, πράξεως δέ ὁ βραχίων σύμβολον. Ἕξις γάρ τοῦ

διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καί ἡ πρᾶξις ἐνέργεια. ∆ι᾿ ἀμφοτέρων δέ τούτων ἡ ἀληθής ἱερωσύνη χαρακτηρίζεται.

2. Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾿ εὐσεβοῦς λόγου τάς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τό στηθύνιον· καί τήν πρακτικήν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεύς λαμβάνων παρά τῶν ἑαυτούς θυσίαν τῷ Θεῷ προσαγόντων, τό στῆθος καί τόν βραχίονα.

ΜS (46). ΠΕΡΙ ΤΟΥ ΕΣΟΠΤΡΟΥ ΚΑΙ ΤΟΥ ΑΙΝΙΓΜΑΤΟΣ. 46. ΕΡΩΤΗΣΙΣ ΜS' Τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα; Ἀπόκρισις. Τὸ μὲν ἔσοπτρόν ἐστιν, ὡς ἐν ὅρῳ φάναι, συνείδησις τὴν τῶν κατὰ τὴν

πρᾶξιν ἀνελλιπῶς πάντων ἀγαθῶν ἔχουσα μορφήν, (14Β_288> δι᾽ ἧς ὁ καθαρὸς τὴν διάνοιαν πέφυκεν ὁρᾶν τὸν Θεόν, ἢ ἕξις πρακτική, τὴν πασῶν τῶν ἀρετῶν εἰς ἀλλήλας ἑνοειδῶς καθάπερ πρόσωπον θεῖον περιγράφουσα σύνθεσιν. Τὸ δὲ αἴνιγμα γνῶσίς ἐστι διὰ τῆς κατὰ θεωρίαν παντελοῦς τῶν θείων λόγων ἐφικτῆς τῇ φύσει περιοχῆς, τὴν τῶν ὑπὲρ νόησιν ἔμφασιν ἔχουσα. Καὶ ἁπλῶς ἔσοπτρόν ἐστιν ἕξις ἐνδεικτικὴ τῆς μελλούσης τῶν ἀρετῶν ἐμφανισθῆναι τοῖς ἀξίοις πρωτοτύπου μορφῆς· τὸ γὰρ ἐσόμενον τέλος τῆς πρακτικῆς φιλοσοφίας παραδηλοῖ τοῖς ἔχουσι τὸ ἔσοπτρον· τὸ αἴνιγμα δὲ τῆς τῶν νοουμένων περὶ γνῶσιν ἀρχετυπίας ἐστὶν ἔνδειξις.

Πᾶσα τοίνυν ἐνταῦθα δικαιοσύνη, συγκρινομένη πρὸς τὴν μέλλουσαν, ἐσόπτρου λόγον ἐπέχει τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾽ εἶδος ὑφιστάμενα ἔχουσα· καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν, συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμά ἐστιν, ἔμφασιν τῆς ἀληθείας ἀλλ᾽ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾽ ἀρετὴν πρωτοτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐμφαντικὸν ὑπάρχει τὸ αἴνιγμα. Ταύτην ἔχει τὴν διαφορὰν τὸ ἔσοπτρον πρὸς τὸ αἴνιγμα, καθότι τὸ μὲν ἔσοπτρον πρακτικῆς μηνύει τέλος ἐσόμενον, τὸ δὲ αἴνιγμα θεωρητικῆς ἐμφαίνει μυστήριον.

ΣΧΟΛΙΟΝ 1. Ὅτι τό μέν ἔσοπτρον τῶν τῇ πρακτικῇ προσφυῶν ἀγαθῶν ἐστιν

ἐμφατικόν· τό δέ αἴνιγμα, τῶν ἐπί τῇ γνώσει μελλόντων μυστηρίων ἐστίν ἐνδεικτικόν.

ΜΖ (47). ΠΕΡΙ ΤΟΥ "ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΤΗ ΕΡΗΜΩ". 47. ΕΡΩΤΗΣΙΣ ΜΖ' Τί ἐστι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ καὶ τὰ ἑξῆς; Τίς ἡ (14Β_290> ἔρημος καὶ

τίς ἐνταῦθα ἡ ὁδὸς Κυρίου καὶ τίς ἡ ἑτοιμασία αὐτῆς; Τίνες τε αἱ τρίβοι αὐτοῦ καὶ τί τὸ εὐθῦναι αὐτάς; Τίνες αἱ φάραγγες, καὶ τί σημαίνει τὸ πληρωθήσεται πᾶσα φάραγξ; Τίνα τε τὰ ὄρη καὶ οἱ βουνοί, καὶ τίς ἡ τούτων ταπείνωσις; Τί τὰ σκολιά, καὶ πῶς