1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

6

αὐτῇ μάχεσθαι, καὶ τίνες τίνων προηγοῦνται, τίνες τε τίσι συνέπονται πάλιν ἢ παρέπονται, ἢ φύρδην ἀτάκτως, ὡς ἔτυχεν, δι᾽ οἱωνδήποτε παθῶν τὴν ψυχὴν ἐκταράσσουσιν, καὶ εἰ προνοίας δίχα τὰ τοιαῦτα πάσχειν ὑπ᾽ αὐτῶν ἡ ψυχὴ συγχωρεῖται ἢ κατὰ πρόνοιαν, καὶ τίς ὁ τῆς προνοίας ἐφ᾽ ἑκάστῳ πάθει τῆς ἐγκαταλείψεως τῆς ψυχῆς λόγος, τίς τε τῆς ἑκάστου τῶν ἀπηριθμημένων παθῶν ἀναιρέσεως ὁ τρόπος, καὶ ποίοις ἔργοις ἢ λόγοις ἢ λογισμοῖς ἡ ψυχὴ τούτων ἐλευθεροῦται καὶ τῆς συνειδήσεως τὸν μολυσμὸν 14Β_036 ἐκτινάσσεται, ποίῳ δὲ πάθει ποίαν ἀρετὴν ἀντιθεῖσα νικήσει, τὸν πονηρὸν φυγαδεύσασα δαίμονα, συναφανίσασα παντελῶς αὐτῷ καὶ αὐτὴν τοῦ πάθους τὴν κίνησιν, καὶ πῶς μετὰ τὴν τῶν παθῶν ἀπαλλαγὴν τὰ οἰκεῖα καλῶς διασκοπῆσαι δυνήσεται, καὶ διὰ ποίων λόγων ἢ τρόπων, τὰς ἀπαθεῖς τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις οἰκειωσαμένη διὰ τοῦ κατὰ φύσιν λόγου σχέσεις, μορφώσει πρὸς ἀρετάς, ὡς διὰ τῶν παθῶν αὐτὴ πρότερον ἐμορφοῦτο πρὸς ἁμαρτίαν, καὶ πῶς τὴν καλὴν ποιήσηται δεόντως ἀντιστροφήν, τοῖς δι᾽ ὧν τὸ πρὶν ἐπλημμέλει χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν, πῶς τε, τούτων πάλιν ἀπαλλαγεῖσα τῶν σχέσεων, τοὺς τῶν γεγονότων λόγους, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας ἀφέτους τῶν ἐπ᾽ αὐτοῖς αἰσθητῶν συμβόλων γενομένους, ἐπιστημονικῶς ἀναλέξηται, πῶς τε αὖ, μετὰ τούτους πάλιν τοῖς νοητοῖς προσβαλοῦσα, καθαρῷ τῆς ἐπ᾽ αἰσθήσεσι διανοίας γενομένῳ τῷ νῷ τὰς ἁπλᾶς δέξηται νοήσεις καὶ τὴν τὰ ὅλα συνδέουσαν ἀλλήλοις κατὰ τὸν ἀρχικὸν τῆς σοφίας λόγον ἁπλῆν ἀναλήψηται γνῶσιν, μεθ᾽ ἥν, ὡς πάντα τὰ ὄντα περάσασα μετὰ τῶν αὐτοῖς προσφυῶν νοημάτων, πάσης ἀπολελυμένη καθαρῶς καὶ αὐτῆς τῆς πρὸς τὸ νοεῖν οἰκείας δυνάμεως, πρὸς αὐτὸν πάθῃ τὸν Θεὸν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾽ ἥν, ἀφράστως παρ᾽ αὐτοῦ δεχομένη τῆς ὄντως ἀληθείας, σπέρματος δίκην, τὴν μάθησιν, πρὸς ἁμαρτίαν οὐκέτι τραπήσεται, χώρας οὐκ οὔσης ἔτι τῷ διαβόλῳ πρὸς κακίαν αὐτὴν πιθανῶς ὑποσύρεσθαι διὰ τὴν ἄγνοιαν τοῦ φύσει καλοῦ καὶ πάντα τὰ μετέχειν αὐτοῦ δυνάμενα καλλωπίζοντος.

Ἐπειδὴ τούτων καὶ τῶν τοιούτων ἐζητήσατε τοὺς λόγους καὶ τοὺς τρόπους καὶ τὰς αἰτίας, ἐγγράφως ὑμῖν καταθέσθαι, κελευόντων ὑμῶν, ἀναμεινάτω μικρὸν τέως ὁ περὶ τούτων λόγος, ἂν διδῷ Θεός, ἐν ἄλλοις εὐκαιρότερον ἐξετασθησόμενος καὶ φιλοπονώτερον βασανισθησόμενος, εἴπερ ὅλως αἴσθομαι δυνάμεως κατὰ νοῦν νηκτικῆς καὶ τούτου τοῦ μεγάλου καὶ βαθέος 14Β_038 κατατολμῆσαι πελάγους ἀνεχομένης. Οὐ γὰρ αἰσχύνομαι λέγειν ὡς οὐδέπω τὰς δυσεκλύτους ἔγνων τῶν ἀκαθάρτων δαιμόνων μεθοδείας τε καὶ τέχνας, ἅτε δὴ τὸν τῆς ὕλης κονιορτὸν ἔχων ἐπισκοτοῦντα τοῖς ὄμμασι τῆς ψυχῆς καὶ οὐκ ἐῶντα καθαρῶς θεωρῆσαι τὴν τῶν γεγονότων φύσιν καὶ διακρῖναι τῶν ὄντων σὺν λόγῳ τὰ εἶναι δοκοῦντα καὶ μόνην φενακίζοντα τὴν ἄλογον αἴσθησιν, ὅτι μόνων ὡς ἀληθῶς ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι καὶ εἰπεῖν τῶν ἄγαν θεωρητικῶν καὶ ὑψηλῶν τὴν διάνοιαν καὶ διὰ πείρας πολλῆς εἰληφότων τήν τε τῶν καλῶν καὶ μὴ τοιούτων διάγνωσιν καί, τὸ δὴ τῶν ἄλλων ἁπάντων κρεῖττον καὶ τιμιώτερον, τὴν πρὸς τὸ νοεῖν τε καλῶς καὶ λέγειν σαφῶς τὰ νοηθέντα παρὰ τοῦ Θεοῦ δεξαμένων χάριν καὶ δύναμιν. Πλὴν ὡς ἂν μὴ παντελῶς ἀπαραμύθητος κατὰ τὴν παροῦσαν ὑπόθεσιν ὁ περὶ τούτων λόγος καταλειφθῇ, μικρὰ περὶ τῆς γενέσεως τῶν παθῶν εἰπὼν καὶ ὅσον παραδεῖξαι τοῖς καθ᾽ ὑμᾶς γνωστικοῖς τὸ τέλος ἐκ τῆς ἀρχῆς, τῶν ἐφεξῆς ἀκολούθως ποιοῦμαι κεφαλαίων τὴν ἐξήγησιν.

Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ᾽ οἰκείαν φύσιν ὑφεστώςοὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν, οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος, φυσικῶς τῶν ὄντων τινὶ