1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

88

τιμιώτερον ἐκφαίνων, ὡς δεῖ, τῶν γεγραμμένων τὸν νοῦν. Προέφην γὰρ ὅτι μένει διαπαντὸς ἀπερίγραφος ὁ τῆς θείας Γραφῆς λόγος, πάντας μὲν περιγράφων (14Β_368> τοὺς λέγοντας, αὐτὸς δὲ τοῖς λέγουσιν οὐδαμῶς περιγραφόμενος, ὥστε κἂν εἶπόν τι κατὰ δύναμιν, καὶ τοῦτο τολμηρῶς, ἀλλ᾽ οὐ περιέλαβον πᾶσαν τῶν γεγραμμένων τὴν δύναμιν, ἀπείρως τῆς ἐμῆς ἀνῳκισμένην δυνάμεως.

ΣΧΟΛΙΑ 1. Ὅτι καθάπερ ὁ Θεός κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε ὁ

λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται. 2. Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες ἰουδαϊκῶς τήν διάνοιαν, φησί, κατά

τόν αἰῶνα τοῦτον ἐκδέχονται τάς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τά κατά φύσιν τῆς ψυχῆς ἀγαθά.

3. Ὁ τήν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ Πνεύματι διά πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς· ἐν ᾧ δι᾿ ἀρετῆς καί γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δέ τήν εἰκόνα φέρων τοῦ χοϊκοῦ, τό γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρός σῶμα λατρεία συνέστηκεν, τά πάθη δημιουργοῦσα.

4. Ἡ πρᾶξις γεννᾷ τήν ἀρετήν, φησίν, ὡς Ἄχας τόν Ἐζεκίαν. 5. Ἡ θεωρία, φησί, γεννᾷ τήν γνῶσιν, ὡς Ἀμώς τόν Ἡσαΐαν. 6. Ὁ μετά πράξεως γινώσκων, φησίν, καί μετά γνώσεως πράττων, θρόνος καί

ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μέν, διά τήν γνῶσιν· ὑποπόδιον δέ, διά τήν πρᾶξιν. 7. Παρεμβολή βασιλέως Ἀσσούρ, ἐστίν ἡ συναγωγή τῶν πονηρῶν λογισμῶν,

ἐν ᾗ δυνατός ἐστιν, ὁ πρός ἡδονήν τάς φυσικάς ὀρέξεις κινῶν· πολεμιστής δέ ἐστιν ὁ τὸ θυμικόν εἰς τήν τῶν ἡδονῶν φυλακήν διεγείρων· ἄρχων δέ, ὁ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν τάς αἰσθήσεις διερεθίζων· στρατηγός (14Β_370> δέ, ὁ εἰδοποιός τῶν παθῶν, καί τῶν ὕλων καί τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός.

8. Ὅτι χωρίς αἰσθητοῦ πράγματος, φησίν, οὐ συνίσταται πάθος. Μή γάρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· καί βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καί χρυσίου μή ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων, ἄρχει τό αἰσθητόν, ἤγουν ὁ δι᾿ αὐτοῦ τήν ψυχήν διερεθίζων πρός ἁμαρτίαν δαίμων.

9. Ἡ τρίψις, φησίν, τήν ἐνέργειαν· ἡ ἔκτριψις δέ, καί αὐτήν ἀφανίζει τῆς κακίας τήν ἐνθύμησιν.

10. Ὡς γάρ ὁ βοῤῥᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα· οὕτως οὔτε ἡ κακή ἕξις, ἥν οἰκεῖ ὁ διάβολος, γνώσεως φωτισμόν ἐπιδέχεται.

ΝΑ (51). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΠΟΛΛΟΙ ΕΦΕΡΟΝ ∆ΩΡΑ ΤΩ ΚΥΡΙΩ ΚΑΙ ∆ΟΜΑΤΑ ΤΩ

ΒΑΣΙΛΕΙ". 51. ΕΡΩΤΗΣΙΣ ΝΑ' Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ

βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Τί τὰ δῶρα, καὶ τί τὰ δόματα; καὶ διὰ τί τῷ μὲν Θεῷ δῶρα, τῷ δὲ βασιλεῖ δόματα; καὶ τί τὸ ὑπεραρθῆναι κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν;

Ἀπόκρισις. Τὴν ὁρωμένην ἅπασαν φύσιν ὁ Θεὸς ὑποστήσας, οὐκ ἀφῆκεν αὐτὴν κατὰ

μόνην κινεῖσθαι τὴν αἴσθησιν, ἀλλ᾽ ἐγκατέσπειρεν ἑκάστῳ τῶν αὐτὴν συμπληρούντων εἰδῶν καὶ σοφίας λόγους πνευματικοὺς καὶ ἀγωγῆς ἀστείας τρόπους, ὥστε μὴ μόνον διὰ τῶν σιγώντων κτισμάτων μεγαλοφώνως κηρύττεσθαι τὸν ποιητὴν τῶν κτισμάτων τοῖς τῶν γεγονότων μηνυόμενον λόγοις, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τοῖς κατὰ φύσιν τῶν ὁρωμένων (14Β_372> θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδὸν τῆς δικαιοσύνης εὑρεῖν.