1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

204

βουλόμενον ἢ μὴ δυνάμενον, διᾶραι δὲ τὰς χεῖρας ὑψοῦ, οὐκ οἶδ' εἴθ' ὑπερευχόμενον τοῦ υἱοῦ εἴτε μὴν κατευχόμενον. ἕτεροι δέ φασι μὴ τὰς χεῖρας διᾶραι τὸν θνήσκοντα, μηδὲ γὰρ οἷόν τ' εἶναι ἤδη ἐκλείποντα, τῆς δὲ βασιλίδος πολλάκις ἀνακραγούσης ὡς "ἄπεισιν ὁ υἱός σου ἔτι ζῶντά σε τὴν βασιλείαν ἀφαιρησόμενος," ἐκεῖνον ὑπομειδιᾶσαι βραχύ τι καὶ ἀμυδρόν, ἢ τῶν λεγομένων καταγελῶντα, εἰ νομίζοιτο περὶ τῆς βασιλείας φροντίζειν ἐκπνέων ἤδη καὶ τῶν γεηρῶν ἀφιστάμενος, ἢ τὴν τῆς ψυχῆς ἐπὶ τῷ πραττομένῳ διάθεσιν ὑπεμφαίνοντα. ἐλέγετο γάρ τοι καὶ παρ' ἄλλων καὶ παρ' ἐκείνου τοῦ πορφυρογενοῦς αὐτοκράτορος μὴ γνώμης ἄτερ πατρικῆς θέσθαι τὴν εἰς τὰ βασίλεια πάροδον, ἀλλὰ παρ' ἐκείνου ἐπιτετράφθαι οἱ τὴν ἔξοδον καὶ σύνθημα ταύτης ἐκ τοῦ πατρὸς λαβεῖν τὸν ἐκείνου δακτύλιον· ταῦτα δὲ μὴ παρούσης γενέσθαι τῆς βασιλίδος καὶ ἀγνοούσης ὅτι γεγόνασιν. Ὁ μὲν οὖν ἀπῄει· τῆς φήμης δὲ κηρυξάσης ταχὺ τὸ πραχθέν, τῷ βασιλεῖ τούτῳ καὶ τὸ συγγενὲς προσῄει καὶ τῶν στρατιωτικῶν ἀρχόντων πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς. 763 Τῷ δ' ἦν ἡ ὁρμὴ πρὸς τὸ μέγα ἀνάκτορον· ἀπιόντι δὲ ἀγγέλλεται ὡς οἱ Βάραγγοι τὴν ἐν τοῖς Ἐξκουβίτοις διειληφότες ὁδόν, ἔνθαπερ τούτοις καὶ ἡ κατοίκησις, ἀπελθεῖν δι' ἐκείνης οὐ παραχωροῦσί τινι οὐδὲ μὴν πλησιάσαι τοῖς βασιλείοις. τοῦτο εἰς ἀγωνίαν τὸν βασιλέα ἐνέβαλε· καὶ στέλλει πρὸς ἐκείνους τινὰ ἐρωτῶντα τί τὸ σφίσι βουλόμενον. στέλλει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν, τεθνάναι λέγων τὸν αὐτοκράτορα καὶ ζητῶν αὐτὸς εὐφημηθῆναι ὡς αὐτοκράτωρ. καὶ τοῦτο μὲν ἤνυστο καὶ αὐτοκράτορα αὐτὸν ὁ κλῆρος τῆς ἐκκλησίας γνώμῃ καὶ τοῦ ἀρχιποίμενος ἀνηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Βαράγγους ἐσταλμένος ἠρώτα ἐκείνους ὅτου χάριν κωλύουσι τῷ βασιλεῖ τὴν εἰς τὰ βασίλεια πάροδον. οἱ δὲ μήποτε παραχωρῆσαι τῶν βασιλείων ἑτέρῳ, ζῶντος τοῦ αὐτοκράτορος, ἔφασαν. ἐκεῖνος δὲ τεθνηκέναι διεβεβαιοῦτο τὸν αὐτοκράτορα. καὶ οἱ Βάραγγοι ὅρκῳ τοῦτον πληροφορῆσαι αὐτοὺς ἀπῄτησαν. καὶ ὃς ὤμοσεν ἦ μὴν τεθνάναι τὸν βασιλέα, κἀκεῖνοι ἐνέδοσαν καὶ τῆς παρ764 όδου τῷ βασιλεῖ παρεχώρησαν. ὁ δὲ ἀπῄει πρὸς τὰ βασίλεια καὶ τούτων ἐντὸς γεγονώς, πῶς ἂν χρήσαιτο τῇ μητρὶ καὶ τοῖς ὁμογνίοις καὶ τῷ τῶν κηδεστῶν ἑνὶ τῷ Βρυεννίῳ μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο. ἔτι γὰρ ἐδεδοίκει τούτους καί οἱ ἦσαν ἐν ὑποψίαις ἐλπίζοντι νεωτερίσειν ἴσως αὐτούς. Ὁ δὲ τούτου πατὴρ παρ' ὅλην μὲν τὴν ἡμέραν ἐμπνέων ἦν καὶ δυσθανατῶν, περὶ δὲ τὴν ἑσπέραν ἐξέλιπε, ζήσας μὲν ἔτη ἑβδομήκοντά που τὰ πάντα ἢ ὅ,τι ἐγγυτάτω, βασιλεύσας δ' ἐκ τούτων ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα ἐπὶ μησὶ τέσσαρσι καὶ ἡμέραις τισίν. ἔθανε δὲ κατὰ τὸ ἑξακισχιλιοστὸν ἑξακοσιοστὸν εἰκοστὸν ἕκτον ἔτος, τὴν μὲν βασιλείαν διηνυκὼς εὐτυχῶς, τὸ δέ γε τέλος οὐχ ὅμοιον ἐσχηκώς. καταλέλειπτο γὰρ πρὸς τῶν θεραπόντων σχεδὸν ἁπάντων, ὡς μηδ' εἶναι τάχα τινὰς τοὺς τὸν ἐκείνου νεκρὸν τοῖς λοισθίοις λουτροῖς ἀπορρύψοντας, καὶ οὔτε κόσμος βασίλειος προσῆν τοῖς περὶ αὐτόν, ἵν' αὐτῷ τὸ σῶμα κοσμηθείη βασιλικῶς, οὔτε μὴν ἐκφορᾶς ἔτυχε βασιλεῖ καταλλήλου, καὶ ταῦτα οὐκ ἀλλοτρίου, ἀλλ' υἱέος δια765 δεξαμένου τὴν βασιλείαν αὐτῷ, καὶ υἱέος, ὃν ἐκεῖνος τῆς βασιλείας ἠξίωσεν. οὕτως οὐδὲν τῶν ἀνθρωπίνων μόνιμον οὐδὲ πάγιον οὐδὲ πιστόν τε καὶ βέβαιον, ἀλλ' ἄπιστα πάντα καὶ κύβου μᾶλλον ῥᾷον μετατιθέμενα καὶ μεταρριπτούμενα. Ἦν δ' ὁ ἀνήρ, ἵνα καὶ τὸν τρόπον ἐκείνου δῆλον θείημεν τοῖς μετέπειτα καὶ τὸ ἦθος τοῖς ὀψιγόνοις χαρακτηρίσαιμεν, οὔθ' ὑπεροπτικός τε καὶ ἀλαζὼν οὔτε μὴν ὀξὺς εἰς θυμόν, ἀλλ' οὐδὲ χρημάτων ἥττων οὐδ' ἄγαν ἐρασιχρήματος, ὥστε βούλεσθαι καταχωννύειν αὐτὰ καὶ ταμιεύειν, ἵν' εἶεν αὐτῷ θησαυροὶ κεκρυμμένοι καὶ ὑπόγαια χρήματα, ὅθεν οὐδὲ θανόντος πλεῖστα παρὰ τοῖς ταμείοις εὑρέθησαν, πρὸς ἔλεον εὐκατάφορος, πρὸς κόλασιν οὐκ ὀξύρροπος, μέτριος τὸ ἦθος, εὐπρόσιτος, πρὸς τὴν δίαιταν οὐκ ἀκόλαστος, οὐκ οἴνου ἡττώμενος, τοῖς ἐναρέτως βιοῦσι προσέχων καὶ ἀπονέμων τιμήν, λόγους οὐχ ὡς ἔδει τιμῶν, τέως δέ γε τιμῶν, ἐπιεικής τε καὶ τοῖς περὶ αὐτὸν οὐ σοβαρῶς