1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

32

τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν." ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ' ἀμφοῖν τοῖν μεροῖν. τὸ δ' ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχονται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος (τῶν θαυμασίων σου, κύριε), εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἱ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος 119 ὑπ' αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ' ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. Κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ' ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὀνωρίου, οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἷς τῶν ἐν τῇ Ῥώμῃ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου 120 θανόντος καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοῦ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιζέριχος ἀπόνως τῆς Ῥώμης κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὀνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ· ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμ121 βιώσασα ἔτη ἓξ καὶ δέκα καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ' ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐτῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἓξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσι, νοσήσας, ὡς δ' ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐχ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ' ἕτεροι, παρὰ τοῦ δήμου τὴν