1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

34

τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα. Οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστίκιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ' ἐκεί126 νου τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον τοῦ στόλου ἀπέβαλεν, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς διαθεῖναι τὸν πόλεμον, ὡς δ' ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πολέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, κἀντεῦθεν θάρσος μὲν ἐνεικέναι τοῖς ἐναντίοις, τῶν δ' οἰκείων καταβαλεῖν τὰ φρονήματα, καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ' ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν. Τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος, ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδα127 βούριον παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος τὸν θυγατριδὴν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ' ἐκείνους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται. Ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεοτόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ' αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι' ἣν καὶ ὁ ναὸς Ἁγία σορὸς κατωνόμασται. Τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ' ἔτη τῆς ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος. Καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασιλείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέλαμπε δ' ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι "ὥσπερ ὁ ἥλιος οἷς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἷς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς ἀξιοῦν." 128 Καταλειφθεὶς οὖν ὁ μικρὸς Λέων νηπιάζων ἔτι, ἐφ' ἕνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. Ἦν δὲ ὁ Ζήνων ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς, καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ' ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς. Καὶ ὁ Βασιλίσκος ἐν τῷ Κάμπῳ ἀναγορεύεται βασιλεὺς καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν ἔστεψε καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ 129 ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ ∆ιοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν