1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

52

τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος ἱκέτευε τὸν θεὸν ἐν τῇ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ ˉφ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι' ὑποψίας ὁ ἄνθρωπος καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν. ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ' ὄναρ· ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ' ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ "ἐνταῦθα" φάναι, "φιλάνθρωπε δέσποτα." καὶ ἀκοῦσαι φωνῆς λεγούσης "παράδοτε οὖν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ." διυπνισθεὶς τοίνυν ἐκ 195 τῆς ἀγωνίας ὁ βασιλεὺς καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος πρῶτα μὲν συγγνώμην ᾔτει, ὡς μάτην ὑπονοῶν κατ' αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην Φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, "ὅς σοι καὶ ἰταμώτερον διελέγετο." καὶ ὁ βασιλεὺς οἷός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο "εἰ δειλὸς καὶ φονεύς" καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεὺς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ὁπλιτικὸν ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε· καὶ αὐτίκα βασιλεὺς παρ' αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ' ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθὼν ἔφυγε καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στα196 σιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἵνα ἀπομνημονεύσας ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ' ἐγνώσθη τῷ πλήθει ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν. Ἤδη δὲ τοῦ Φωκᾶ μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος, ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν· καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων· ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ' ἀλλήλων. πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν Βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαντος, μὴ ἐνεγκόντες οἱ τοῦ δήμου τοῦτο ἔκραζον "ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῇ." ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον 197 ἠρέθιστο· καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα προανῃρέθησαν ἐπ' ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ "δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου" ἐφ' ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν *** ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον· τῆς γὰρ αὐτὸ τιθηνούσης, ἵνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν