1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

56

πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος (τούτους γὰρ ἄμφω κηδε209 μόνας τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος) ἑτοιμασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφροντιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέπεμψαν καὶ πολλὰς αὐτῶν χιλιάδας διέφθειραν. οἱ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες ἐς ἤθη τὰ ἑαυτῶν ὑπενόστησαν. Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ' αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον ἐτρέψατο καὶ τοὺς μετ' αὐτοῦ σχεδόν τι πάντας Ἄιδι προΐαψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμογενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡράκλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Περσίδα εἰσέβαλε καὶ τάς τε πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ Πυρὸς αὐτῷ τῷ τιμωμένῳ παρ' αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, ὠργίσθη καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρπολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ βασιλέως τὴν Περσίδα ληιζομένου καὶ κατατρέχοντος, εἰς Κτη210 σιφῶντα κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισατράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν αὐτῇ γεγραμμένα οἱ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνοὺς καὶ τοῦ γραμματοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην Χοσρόου, ἑτέραν πλάττει ἐπιστολήν, κελεύουσαν αὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπιστολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν. Ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὃ τὸν Χοσρόην 211 διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλούμενον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί, δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, "διὰ ταῦτα" λέγων "Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τῶν ἐφετῶν σοι." εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονὼς διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλεθρον αὐτῷ εὐαγγελιζόμενος· καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸς τοὺς οἰκείους. ταῦτα ἐν ἓξ ἔτεσιν ἀνύσας Ἡράκλειος καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ 212 τὸν πατριάρχην αὐτόν, τῷ ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ' εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως. Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς προσελήλυθεν, ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος ὁμολογήσει, ὁμόδοξον