1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

94

παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκυῖα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἵν' αὐτὸ ἐπιδῷ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δὲ ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη "ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα." ἡ δ' ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο "ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω." ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρέσχετο. ἡ δ' Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης κλῆσιν ἔσχεν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς 355 λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ' ἑαυτὴν καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. ∆ικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορᾶς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε 356 τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βίγλας (οὗτος δ' ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς), οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει τῷ Πετρωνᾷ· ὁ δὲ πρὸς τοῦ βασιλέως μετακληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς "μηκέτι μου δεηθείη περὶ τούτου" φησί "καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ." καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν ἀφικέσθαι καί, εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ' ἀπογνοῦσα δι' ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων καὶ ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ' ἀγορᾶς προϊών, 357 αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ' ὑπ' αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὖν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμισέ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τούτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη. ἔτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν ναῦν διά τινος τῶν αὐτῷ ἑπομένων τίνος ἂν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὡς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντο μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσεστιν, ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ' αὐτῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησε καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, "βασιλέα με" λέ358 γων "ἀναδείξαντος τοῦ θεοῦ, σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι προσκεκλήρωται,