1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

168

ἐγκατελείφθη πρὸς τῶν λοιπῶν ὁ Τορ631 νίκης καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψηφίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι τοῦ σώματος, ἡ δ' ἀποστασία διελέλυτο τέλεον. Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησάμενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν Ῥῶς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ' ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῇ Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι καὶ τὰ παρ' ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν γενέσθαι πρὸς Ῥωμαίους τινάς, πληγαὶ δ' ἐπηκολούθουν ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ' αὐτοῖς συνηρίθμητο. τοῦτο τῷ τῆς χώρας ἄρχοντι πρόφασις τῆς καθ' ἡμῶν συγκινήσεως 632 γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάμενος, ἃ παρ' αὐτοῖς μονόξυλα λέγονται, σφόδρα πολλὰ καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον Ῥωμαίοις ἐπέσεισε πόλεμον καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ' ἔγνω τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ' αὐτοῖς τοὺς πρεσβεύσοντας καταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέγονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο καὶ ἀτίμως αὐτοὺς ἀπεπέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ' ὂν φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκάφεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ τῆς ἡμέρας παρῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριηρῶν ἐκέλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λαβεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν' αὐτοὺς εἰς πόλεμον ἐπισπάσηται. ὁ δὲ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν, 633 ἀλλὰ καθαρᾷ ναυμαχίᾳ καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατέφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει παρειληφώς. ὡς δ' οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλκάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπιούσας οἱ βάρβαροι οὐκέτι μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν. συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ' ὑφάλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν. Εἷς μὲν δὴ πόλεμος βαρβαρικὸς οὑτοσὶ δεδιήγηται, εἰρή634 σθω δὲ καὶ ἑτέρα τις συγκίνησις ἔθνους, ἣ τότε τὴν ἑῴαν διέλαβε καὶ μέχρι τοῦ νῦν αὐτὴν ἐπιβόσκεται, τοὺς Τούρκους φημί. εἰσὶ μὲν οὖν οὗτοι γένος τι Οὐννικὸν οἰκοῦν τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν, πολυπληθὲς καὶ αὐτόνομον. ἐπεὶ δ' ἡ Περσῶν ἀρχὴ ἢ μᾶλλον ἡ Μακεδόνων, ἣ τὴν Περσῶν βασιλείαν καθεῖλεν, ὑπὸ Σαρακηνῶν καθῄρητο, εἶτα καὶ οὗτοι πρὸς ἀλλήλους στασιάσαντες εἰς ἀντιπάλους μοίρας διῄρηντο καὶ ἀλλήλοις ἐμάχοντο,