1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

169

Μουχούμετ ὁ τοῦ Ἰμβραήλ, Περσίδος ἄρχων καὶ Χορασμίων καὶ Μηδίας καί τινων ἄλλων, πόλεμον ἤρατο κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως κατὰ Βαβυλωνίων τε καὶ Ἰνδῶν, ἡττώμενος δὲ συμμαχικὸν ἐκ Τούρκων μετεπέμψατο· ἦν δὲ τοῖς εἰς συμμαχίαν ἐλθοῦσι τῷ Μουχούμετ στρατηγὸς Ταγγρολίπιξ Μουκάλετ. σὺν τούτοις ὁ Μουχούμετ τοῖς ἀντιθέτοις προσβαλὼν τροποῦται αὐτοὺς καὶ ἀναζεύξας εἰς τὰ οἰκεῖα οὐκ εἴα τοὺς Τούρκους εἰς τὴν ἑαυτῶν ὑποστρέψαι, 635 ἀλλ' ἤθελε παρακατέχειν αὐτούς, ἵνα καὶ ἐφ' ἑτέρους χρῷτο συμμάχοις αὐτοῖς. οἱ δὲ μὴ οἷοί τε ὄντες ἀπιέναι πρὸς τὴν σφετέραν, εἰ μὴ αὐτοῖς ἀνεθείη ἡ τοῦ Ἀράξιδος γέφυρα (ποταμὸς δ' οὗτός ἐστιν εἰ μὴ διὰ τῆς γεφύρας οὐ περατός, ἡ γέφυρα δ' ἐπεπύργωτο ἑκατέρωθεν, καὶ τοῖς πύργοις φρουροὶ ἐφειστήκεισαν), ἀποστατοῦσι καὶ εἰς ὄρη καταφυγόντες (οὐ γὰρ ἐθάρρουν ὄντες τρισχίλιοι πρὸς πολλὰς κατὰ συστάδην μαχέσασθαι μυριάδας), ἐκτρέχοντες ἐκεῖθεν τὰ τῶν Σαρακηνῶν ἐληίζοντο. ἐκπέμπει τοίνυν κατ' αὐτῶν ὁ Μουχούμετ στρατεύματα περί που τὰς εἴκοσι χιλιάδας, δέκα τῶν ὁμογενῶν ἀνδράσι τὴν αὐτῶν ἐγχειρίσας ἡγεμονίαν. οἷς οἱ Τοῦρκοι νυκτὸς ἐπιθέμενοι ῥᾷστα τοὺς πλείους κατέκοψαν. οἱ δὲ περισωθέντες σὺν τοῖς αὐτῶν στρατηγοῖς εἰς τὸν Μουχούμετ ἀνθυπενόστησαν. ὁ δὲ τοὺς μὲν δέκα τῆς στρατιᾶς ἡγεμόνας ἐξετύφλωσε, κατὰ δὲ τῶν περισωθέντων στρατιωτῶν ἠπείλει διαθήσειν αὐτοὺς τὰ χείριστα. οἱ δὲ δείσαντες τοῖς Τούρκοις προσέθεντο· ἤδη δὲ καὶ ἄλλων αὐτοῖς προσρυέντων συχνῶν, δούλων τε κακούργων λεηλασίαις χαιρόντων καὶ ἁρπαγαῖς, πολυπληθὲς ἐγένοντο στράτευμα καὶ τῷ Μουχούμετ περὶ τὸ Ἀσπαχὰν συρρήγνυνται, καὶ 636 πολλῶν πεσόντων Σαρακηνῶν καὶ αὐτὸς ὁ Μουχούμετ ἀπέθανεν. ὁμονοησάντων οὖν τῶν στρατευμάτων, παρὰ πάντων ὁ Ταγγρολίπιξ τὴν ἀρχὴν τῶν ὑπὸ τὸν Μουχούμετ ἐνεχειρίσθη χωρῶν. αἱρεθεὶς δ' εἰς ἡγεμονίαν, πέμψας τοὺς ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος πύργους κατέβαλεν. οὕτω δ' ἀνεθείσης τοῖς Τούρκοις τῆς διόδου τοῦ ποταμοῦ, πολὺ τῶν βαρβάρων τούτων πλῆθος προσερρύη τῷ Ταγγρολίπικι, καὶ χεῖρα βαρεῖαν ἐκ τούτων ὁ τῶν Τούρκων κτησάμενος ἀρχηγὸς ἀφαιρεῖται μὲν πάντοθεν τοὺς Σαρακηνοὺς τὴν ἀρχήν, ἑαυτῷ δὲ ταύτην καὶ τοῖς ὁμογενέσιν ἀπένειμε καὶ εἰς ὑπηκόους τοὺς ἐκ τῆς Ἄγαρ κατέστησεν. εἶτα αὐτὸς μὲν μάχῃ τοὺς Βαβυλωνίους προσεκτήσατο, τὸν δὲ ἀδελφόπαιδα Κουτλουμοὺς σὺν στρατιᾷ κατὰ τῶν Ἀράβων ἐξέπεμψεν· ὁ δὲ ἡττηθεὶς ὑπέστρεφε καὶ διαπρεσβεύεται πρὸς τὸν τῆς Μηδίας ἄρχοντα (οὕτω δ' ἐκαλεῖτο πάλαι τὸ Βαασπαρκᾶν), αἰτῶν παραχωρηθῆναι διὰ τῆς χώρας αὐτοῦ διελθεῖν. ὁ δὲ τῆς χώρας ταύτης ἐκ βασιλέως ἄρχειν προχειρισθεὶς οὐ μόνον οὐκ ἀνῆκε τούτῳ τὴν δίοδον, ἀλλὰ καὶ ἀντετάξατο κατ' αὐτοῦ καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν 637 τῶν οἰκείων ἀπέβαλεν, ἥλω δ' αὐτός. ὁ γοῦν Κουτλουμοὺς πρὸς τὸν Ταγγρολίπικα ἐπανελθὼν τὰ περὶ τοῦ κατὰ τὴν Μηδίαν διηγεῖτο πολέμου καὶ τῆς χώρας ἐξύμνει τὸ πάμφορον καὶ προσετίθει εὐάλωτον εἶναι ταύτην, παρὰ γυναικῶν καρπουμένην, οὕτω καλῶν τοὺς μαχεσαμένους αὐτῷ. ὁ δὲ Ταγγρολίπιξ αὐτῷ μὲν διὰ τὴν ἧτταν ἐμηνία, ἐκεῖνος δὲ κατὰ τῶν Ἀράβων ἐχώρει. καὶ ὁ Κουτλουμοὺς δείσας ἀπέδρα μετὰ τῶν σὺν αὐτῷ καὶ τὸ Πασάρ (πόλις δ' ἐστὶ τῶν Χορασμίων τουτί) κατασχὼν ἀφίσταται τοῦ σουλτάν (οὕτω γὰρ ὁ Ταγγρολίπιξ ὠνόμαστο) καὶ ἐπὶ πολὺ πρὸς τὸν θεῖον ἀντικαθίστατο πολιορκοῦντα αὐτόν, διὰ δὲ τὴν τῆς πόλεως ὀχυρότητα μηδὲν ἀνύσαι δυνάμενον. καὶ ὁ μὲν σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσησχόλητο· στέλλει δὲ κατὰ Μηδίας Ἀσὰν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας Ῥωμαίοις, πίπτει μὲν αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικὸν καὶ βραχίστων ἄτερ τὸ ἅπαν ἀπόλλυται. ὃ μαθὼν ὁ σουλτὰν ἠθύμησε μέν, ἐπαναλαβεῖν δ' αὖθις ἔσπευδε τὸ δυστύχημα καὶ Ἀλὶμ Ἀβραμίῳ 638 ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀριθμουμένην χιλιοστύας κατὰ Ῥωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε,