1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

26

ἀκούειν διηγουμένης. καταντήσας δ' εἰς Κουκουσὸν κἀκεῖθεν εἰς Πιτυοῦντα ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντήκοντα, ἀρχιερατεύσας τῆς βασιλίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν ἐκείνην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον δριμεῖαι· σαπέντος δ' ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης 97 μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ' ὃν κεχειροτόνητο Ἀττικός. Τῆς δὲ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτοκράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκάδιος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πατρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς ἡμέραις τισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν. Ἀλλ' ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὀνώριον ὁ λόγος ἐν ἐπιτομῇ διεξιέτω. Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς 98 παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ (δεκαέτης γὰρ ἦν), ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμῃ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγατέρα Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχάνουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν. Οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμῃ μεμίσητο δυνατῶν. καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβεννάν τε μεταναστεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώμης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέθησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὀνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κόμητι ἐπὶ τῷ φυλάσσεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀπο99 δρᾶναι καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύτην αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὀνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακιδίας, Οὐαλεντινιανὸν καὶ Ὀνωριάδα. Οἱ μὲν οὖν οὕτω ταῦθ' ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ Ῥώμῃ τῷ Ὀνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλάριχον τῆς ἀβελτηρίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι τῇ Ῥώμῃ καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὀνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς "ἑάλω ὑπὸ Ἀλαρίχου ἡ Ῥώμη." τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι "ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη, πῶς οὖν ἑάλω;" συνέντα δὲ τὸν ἀγγελέα καὶ μέγα στενάξαντα εἰπεῖν ὡς "περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος." ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι' ἣν καὶ ἀνῴμωξεν, ἐκείνην νομίσας ἑαλωκέναι. 100 Ὑδέρῳ δὲ περιπεπτωκὼς ὁ Ὀνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα. Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου ἀδελφὴν Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὀνωριάδος, ἐκεῖθεν ἐξήλασεν.