1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

132

τῷ πατριάρχῃ. ἐγένετο δέ τις καὶ λόγος, δι' ὃν οὐδ' ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης· ἐλέγετο γὰρ ἀνάδοχος γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς παίδων ἐκ τοῦ 500 ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ' ἐκεῖνος τῆς Θεοφανοῦς οὐκ ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοινοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς τῆς γερουσίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογίζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γε πατριάρχης ἔτι τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ' ἰδεῖν μήτ' εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης. Τῶν δ' ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν, ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους φορολογεῖσθαι· διὸ κατ' αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον, 501 νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέστικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ μόνον οὐδέν τι κατώρθωσεν, ἀλλὰ καὶ λίαν ἐσφάλη ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἢ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω. Κατὰ Κιλικίας δέ (καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν) ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς ἀνατολῆς προκεχειρισμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοῖς καὶ κατ' αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν. Ἤδη δὲ δεύτερον ἐνιαυτὸν ἀνύων ὁ Νικηφόρος ἐν τῇ ἀρχῇ αὐτὸς ἔξεισι κατὰ Κιλικίας μετὰ βαρείας χειρός, καὶ τὴν Θεοφανὼ μετὰ τῶν παίδων αὐτῆς ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ τῆς Κιλικίας κατὰ τὸ ∆ριζίον (φρούριον δὲ τοῦτο) κατέλιπεν, 502 ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζαν Ῥωσόν τε καὶ Ἄδαναν (πόλεις δ' αὗται Κιλίκων), ἀλλὰ μέντοι καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μόψου ἑστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς Θεοφανοῦς πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μόψου ἑστίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μόψου ἑστίας μέσον ποταμῷ τῷ Σάρῳ διαιρουμένης, τὸ μὲν ἓν μέρος ταύτης ἑάλω πολιορκούμενον, οἱ δ' ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μόψου ἑστίας ἐκπόρθησιν οἱ ἐν τῇ Ταρσῷ μαθόντες τὸν βασιλέα ἐπεκαλέσαντο καὶ τὴν πόλιν παραδεδώκασιν. ἡμερῶν δὲ τριῶν διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέπλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι Ῥωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς 503 τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἷον τῆς ἑαυτοῦ στρατείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς, οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειώτης τῶν σχολῶν δομέστικος ὢν καὶ πολιορκῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς