1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

188

προσλαβόμενοι τῶν τῆς συγκλήτου ἐνίους, ὅσοι ὡμοφρόνουν αὐτοῖς, ὧν ἐξῆρχεν ὁ ὑπέρτιμος ὁ Ψελλός, δύσνους καὶ αὐτὸς τῷ ∆ιογένει τυγχάνων, τὴν βασίλισσαν Εὐδοκίαν εἰς τὴν παρ' αὐτῆς δομηθεῖσαν μονὴν κατὰ τὸν ἐν τῇ Προποντίδι πορθμὸν περιορίζουσι, τὸν δὲ Μιχαὴλ ἀνακηρύττουσιν αὐτοκράτορα. εἶτα πανταχοῦ διαπέμπονται βασίλεια γράμματα μήθ' ὑποδέχεσθαι μήτε τιμῆς βασιλικῆς ἀξιοῦν ἐπανιόντα τὸν ∆ιογένην κελεύοντα. τούτου δὲ τοῦ βουλεύματος εἰσηγητὴς ὁ Ψελλὸς γέγονεν, ὡς καὶ αὐτὸς ἐν τῇ περὶ τούτου φησὶ συγγραφῇ. ὅπερ ὁ ∆ιογένης μαθών, τὴν ∆όκειαν κατασχών (φρούριον δ' αὕτη) παρ' αὐτῇ ἐστρατοπεδεύσατο. καὶ ὁ Καῖσαρ τῶν σφετέρων υἱέων τὸν νεώτερον τὸν πρόεδρον Κωνσταντῖνον στέλλει κατὰ τοῦ ∆ιογένους μετὰ δυνάμεως. ὁ δὲ ∆ιογένης εἰς Καππαδοκίαν ἀφίκετο. προσγενομένου δὲ τοῦ 705 Κρισπίνου (Φράγγος δ' οὗτος) σὺν ὁμοφύλοις τῷ Κωνσταντίνῳ, ὁ ∆ιογένης Θεόδωρον τὸν Ἀλυάτην κατ' αὐτῶν ἐξαπέστειλεν. ὁ δὲ συμμίξας αὐτοῖς ἡττήθη καὶ ἁλοὺς ἐξεκόπη τὰ ὄμματα. τοῦτο τὸν ∆ιογένη λίαν ἠνίασεν· ὄντι δὲ ἐν τῷ Τυροποιῷ (τοῦτο δ' ἐστὶ φρούριον ἐρυμνότατον) πρόσεισιν αὐτῷ τῆς Ἀντιοχείας ὁ δούξ (οὗτος δ' ἦν ὁ ἐξ Ἀρμενίων ὁ Χατατούριος) στρατιώτας συχνοὺς ἐπαγόμενος. παραλαβὼν οὖν τὸν ∆ιογένη οὗτος καὶ εἰς Κιλικίαν ἀπαγαγὼν ἐκ τοῦ σουλτὰν ἐκαραδόκει βοήθειαν καὶ αὐτὸς δὲ συνήθροιζε στράτευμα. στέλλεται οὖν αὖθις κατ' αὐτῶν ὁ πρεσβύτερος τῶν παίδων τοῦ Καίσαρος ὁ πρόεδρος Ἀνδρόνικος καὶ εἰς Κιλικίαν γενόμενος τῷ Χατατουρίῳ συρρήγνυται, καὶ ἀναιρεῖται μὲν ὁ Χατατούριος, οἱ δὲ περὶ ἐκεῖνον εἰς Ἄδαναν συμπεφεύγασιν, ἔνθα ὁ ∆ιογένης διέτριβε. περικαθίσας δὲ τὴν πόλιν ὁ Ἀνδρόνικος ἐπολιόρκει αὐτήν. εἶτα ἐπὶ συνθήκαις ἑαυτὸν ὁ ∆ιογένης παρέδωκεν· αἱ δὲ συνθῆκαι, ἀποθέσθαι μὲν τὴν βασιλείαν αὐτὸν καὶ ἰδιωτεύειν τὴν τρίχα κειράμενον. ἐπὶ ταύταις γὰρ καὶ ἀρχιερεῖς ἐστάλησαν πρὸς τοῦ βασιλεύοντος, πληροφορίαν ἔνορκον διδόντες αὐτῷ 706 ὡς οὐδέν τι πείσεται ἄχαρι. θαρρήσας οὖν τούτοις ὁ ∆ιογένης ἔξεισι μελανείμων καὶ ἑαυτὸν ἐγχειρίζει τῷ Ἀνδρονίκῳ. ὁ δὲ τοῦτον λαβὼν ἐπανῄει, καὶ εἰς τὸ Κοτυάειον ἀφικόμενος προσέμενεν ἐν αὐτῷ, ἕως ἂν αὐτῷ κελευσθείη τὸ ποιητέον, τοῦ ∆ιογένους νοσηλευομένου ἐκ πόσεώς τινος φαρμάκου δηλητηρίου ἐπιβούλως κερασθέντος αὐτῷ. ἐκεῖ τοίνυν ἐπέμφθη βασίλειος ψῆφος, τοῦ φωτὸς στερηθῆναι τὸν μηδὲν ἠδικηκότα κελεύουσα. καὶ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο, παρόντων καὶ τῶν ἀρχιερέων καὶ ἐν δεινῷ ποιουμένων τὴν εἰς τὸν ἄνθρωπον συμφοράν, μηδεμιᾶς μέντοι ἀξιουμένων ἐπιστροφῆς. ὠμότατα δὲ τὰ ὄμματα ἐκκοπεὶς καὶ μηδ' ἐπιμελείας τῆς δεούσης τυχὼν διῳδήκει τὴν κεφαλήν, καὶ αἱ πληγαί οἱ ἐξέζεσαν σκώληκας καὶ ὁ ἀὴρ ὁ περὶ ἐκεῖνον δυσωδίας μεμέστωτο ἐκ τῆς σήψεως. οὕτως οὖν κακῶς διακείμενος εἰς τὴν καλουμένην Πρώτην νῆσον ἀπάγεται, ἐν ᾗ σεμνεῖον ἀνήγειρε περὶ τὸ τῆς νήσου μετεωρότερον. βραχύ τι τοίνυν ἐπιβιώσας ἐκεῖ τὸν χοῦν ἀποτίθεται ἐν αὐτῇ, παρὰ τῆς βασιλίδος Εὐδοκίας λαμπρότατα κηδευθείς, βασιλεύσας ἔτη τρία καὶ μῆνας ὀκτώ. 707 Λέγεται δὲ τὰ εἰς τὸν ἄνδρα τοῦτον γενόμενα πάντα τοῦ Καίσαρος εἶναι διαταγάς, μηδὲν εἰδότος τοῦ αὐτοκράτορος Μιχαήλ. ἦν γὰρ χαῦνος ἄγαν τὸ ἦθος ὁ βασιλεὺς καὶ ἀνειμένος καὶ πρὸς μεταχείρισιν πραγμάτων καὶ τῶν τυχόντων ἀδέξιος, πολλοῦ γε δεῖ πρὸς βασιλείας διοίκησιν. κἀντεῦθεν τῆς εὐηθείας ἐκείνου κατατρυφῶν ὁ θεῖος αὐτοῦ καὶ Καῖσαρ πάντα τὰ εἰς τὸν ∆ιογένην ἐτύρευσεν ἐγκοτῶν τῷ ἀνδρί. Ἀποπεφυκὼς δ' ὁ βασιλεὺς Μιχαὴλ πρὸς τὴν τῆς βασιλείας διοίκησιν τὸν μητροπολίτην Σίδης Ἰωάννην, ἐκτομίαν ὄντα, δραστήριον δέ, τοῖς πράγμασιν ἐφιστᾷ. εἶθ' ἕτερον ἐκτομίαν τὸν Νικηφόρον, ὃς νέος προσληφθεὶς παρὰ τοῦ Μονομάχου εἰς τὰ βασίλεια ὑποκοριζόμενος διὰ τὴν νεότητα Νικηφορίτζης ὠνόμαστο καὶ ὥσπερ ἐπωνυμίαν ἔσχηκε τοῦτο, ἐξ Ἑλλάδος καὶ Πελοποννήσου τὰς κρίσεις τούτων διέποντα μετεπέμψατο. ἔφθασε γὰρ ὁ ἀνὴρ οὗτος καὶ τῷ πατρὶ τοῦ βασιλέως τῷ βασιλεῖ