1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

171

ὁ τῆς χώρας ἄρχων κελεύεται δέξασθαι τοὺς Σκύθας. ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα τῶν πόλεων φοιτήσας ἐς ὄψιν ἦλθε 642 τῷ βασιλεῖ καὶ τὸ σωτήριον δεξάμενος βάπτισμα ἐτιμήθη πατρίκιος. ἔπεισε μέντοι καὶ τοὺς σὺν αὐτῷ Σκύθας τοῦ θείου τούτου λουτροῦ μετασχεῖν. ποιούμενος δὲ τὰς διατριβὰς κατὰ τὰ παρίστρια καὶ διαβαίνων τὸν ποταμὸν ἀθρόον ἐκάκου τοὺς τοῦ Τυράχ, ἀναιρῶν τε καὶ ληιζόμενος. πρεσβείαν τοίνυν ὁ Τυρὰχ πρὸς τὸν βασιλέα ἀπεσταλκὼς ᾐτιᾶτο ὅτι τὸν ἀποστάτην τοῦ ἔθνους ἐδέξατο, καὶ εἰ μὴ κωλύσει κακοῦν τὸ ἔθνος τὸν πρόσφυγα, τὸ ἔθνος ὅλον ἕξει πολέμιον. πρὸς ταῦτα δ' ὁ αὐτοκράτωρ "οὔτε. προδότης" ἔφη "τοῦ προσελθόντος γενήσομαι οὔτε κωλύσω μὴ ἀμύνασθαι τοὺς ἐπιβουλεύσαντας." τούτων τῶν μηνυμάτων τῷ Τυρὰχ κομισθέντων, ἐπεὶ χειμὼν ἐπέστη καὶ ὁ Ἴστρος ἐξ ὄχθης εἰς τὴν ἑτέραν τῷ κρύει πηγνύμενος κεκρυστάλλωτο, πεζῇ διέβη τὸν ποταμὸν σὺν τῷ ἔθνει παντὶ καὶ τὴν Ῥωμαΐδα χώραν καταλαβὼν τὰ ἐν ποσὶν ἐκεράϊζεν. ὁ δέ γε βασιλεὺς τοῦτο μαθὼν στρατιὰν αὐτίκα τῷ τῆς χώρας ἄρχοντι καὶ τῷ Κεγένῃ ἐπίκουρον ἔπεμψεν. οἱ μέντοι Πατζινάκαι τροφῶν ἀφθονίαν εὑρόντες καὶ οἴνου καὶ ἄλλων πομάτων ἐσκευασμένων ἐκ μέλιτος καὶ περὶ ταῦτα ἀπληστευσάμενοι, νοσήματι κοιλιακῷ περιέπεσον. καὶ τοῦτο ἐξ αὐτομόλου γνοὺς ὁ 643 Κεγένης ἀναπείθει καὶ τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπιθέσθαι τοῖς ἐναντίοις. ὡς γοῦν εἶδον οἱ βάρβαροι τὴν κατ' αὐτῶν τῶν Ῥωμαίων ἐπέλευσιν, κατειργασμένοι τῇ νόσῳ τυγχάνοντες ἰλιγγίασαν καὶ ἀποδειλιάσαντες μεθῆκαν τὰ ὅπλα καὶ ἱκέται γεγόνασι καὶ τοῖς ἐχθροῖς παρέδωκαν ἑαυτούς. τούτων ὅσοι μὲν ὑπὸ τὸν Κεγένην γεγόνασιν, οἱ μὲν ξίφεσι παρεδόθησαν, οἱ δὲ πρὸς δουλείαν χρυσοῦ ἀπεδόθησαν. τὸ πλῆθος δὲ τὸ λοιπὸν χρήσιμον ἐνομίσθη γενέσθαι Ῥωμαίοις, εἰ τὰ ὅπλα ἀφαιρεθὲν εἰς τὴν τῶν Βουλγάρων χώραν κατοικισθείη, ἔρημον οὖσαν τὴν πλείονα, πρὸ μικροῦ τοῦ ἔθνους ἐκείνου καταλυθέντος· ὃ καὶ γέγονε τοῦ βασιλέως κελεύσαντος. ὁ δέ γε Τυρὰχ σὺν τοῖς ἐξόχοις τοῦ ἔθνους ἤχθη πρὸς τὸν κρατοῦντα καὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος ἀξιώμασι λαμπροῖς ἐτιμήθησαν. ὡς δὲ μάχαι τότε Ῥωμαίοις μετὰ τῶν Τούρκων ἦσαν κατὰ τὴν ἑῴαν, πεντεκαίδεκα χιλιάδας Πατζινάκων ὁ αὐτοκράτωρ ἐπιλεξάμενος καὶ καθοπλίσας αὐτοὺς ἵππους τε παρασχόμενος καὶ ἐπιστήσας στρατάρχας αὐτοῖς ἐκ τῶν ὁμογενῶν ἐν Χρυσοπόλει διεπέρασεν, εἰς Ἰβηρίαν κελεύσας ἀπελθεῖν, τάξας αὐτοῖς καὶ προηγήτορα τῆς ὁδοῦ. ὡς δ' οὖν περὶ τὸν ∆αματρὺν ἥκασιν, ἔστησαν καὶ πρόσω προβαίνειν οὐκ ἤθελον· εἰς 644 τοὐπίσω δὲ χωρήσαντες καὶ ἄχρι τοῦ πορθμοῦ ἐφθακότες σὺν τοῖς ἵπποις τὴν θάλασσαν διαπορθμευσάμενοι κατὰ τὴν τοῦ ἁγίου Ταρασίου μονήν, αὐτίκα συντεταμένην ποιησάμενοι τὴν ὁδοιπορίαν τοῖς ὁμογενέσι προσήνωντο· καὶ ἐπεὶ ὁμοῦ συνηθροίσθησαν, ἀπῆλθον καὶ ἐν τοῖς παριστρίοις πεδίοις ἐπήξαντο τὰς σκηνάς, ἐκεῖθεν δ' ὁρμώμενοι τὰ Θρᾳκῷα κατέτρεχον. πολλάκις δὲ τοῦ βασιλέως κατ' αὐτῶν στρατεύματα πέμψαντος, ἐπικρατέστεροι ἦσαν οἱ βάρβαροι, ὥστε καὶ ἀδεῶς κατὰ πάσης τῆς Θρᾴκης καὶ Μακεδονίας σκεδάννυσθαι καὶ λείαν ἅπαντα τίθεσθαι καὶ οὐ τὰ πόρρω μόνον, ἀλλὰ μέντοι καὶ τὰ τῇ πόλει ἀγχίθυρα. τέλος δὲ σπένδονται Ῥωμαίοις τριακοντούτεις σπονδάς. καὶ οὕτως ὁ τῶν Πατζινάκων ἔληξε πόλεμος. Ὁ δὲ σουλτὰν οὐκ ἔληγεν ἐπιὼν τὰς ὑπὸ Ῥωμαίους χώρας καὶ πόλεις καὶ τὰς μὲν ληιζόμενος, τὰς δ' ἐκπορθῶν τε καὶ οἰκειούμενος. Κατὰ τούτους τοὺς χρόνους καὶ ἐπιβουλὴν ὁ αὐτοκράτωρ ἐφώρασεν, ἣν Ῥωμανὸς ὁ Βοΐλας συνεστήσατο. ἦν δ' οὗτος 645 τῶν ἀσήμων ἀνὴρ καὶ τὴν γλῶσσαν εἶχεν ἡμίφωνον μηδ' οἵαν ὀρθοεπεῖν, ὀλισθαίνουσαν δ' ἐν ταῖς ὁμιλίαις καὶ ἀνεπαίσθητα τοῖς ἀκροαταῖς φθεγγομένην. τοῦτο δὲ ἦν τὸ μὲν ἐλάττωμα φυσικόν, τὸ δὲ προσποίησις καὶ σκηνὴ τὴν τῆς φύσεως διαμαρτίαν τῇ ὑποκρίσει τοῦ σκηνουργοῦ ἐπιτείνοντος. τῷ τοιούτῳ τοίνυν ἀνδρὶ ὡς οὐδενί τῳ ὁ βασιλεὺς ἥδετο, καὶ εἰ διημαρτημένα καὶ ἀδιάρθρωτα ἤκουε φθεγγομένου αὐτοῦ, ὑπὲρ πᾶσαν ἡγεῖτο τὰς ἐκείνου φλυαρίας γλυκυθυμίαν. καὶ