1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

77

ἀποκαρέντος, ἡ βασιλὶς μετὰ τοῦ υἱοῦ αὐτῆς προσῆλθεν αὐτῷ, αἰτιώμενοι αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ "εἴθε" εἶπε "μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων." εἶτ' αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπέστειλεν, ἐρωτῶσα ὅ,τι ἂν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς "εἰ μὴ διὰ συνόδου καθολικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνω289 σις, οὐκ ἔστιν ὑμῖν σωτηρία." καὶ οἱ συγκλητικοί, "διὰ τί οὖν" εἶπον "αὐτὸς ἐν τῷ χειροτονεῖσθαι συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;" ὁ δὲ ἀντεπήγαγε "διὰ τὴν τῶν κρατούντων μανίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ διὰ τοῦτο θρηνῶ καὶ διὰ μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεόμενος μὴ ὡς ἀρχιερεὺς κριθῆναι." ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν· οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀσηκρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, καὶ ὁ λαὸς ἅπας ἐπεψηφίζετο. ὁ δὲ ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς ἐκκλησίας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν καὶ ὑπ' ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, "εἰ συντίθεσθε" εἶπε "σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν." συνθεμένων δὲ πρὸς τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ ἐν αὐτῇ προεδρεύοντος, καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζη290 τοῦντες σταλῆναί τινας παρ' αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρουσιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος, καὶ συνέστη ἐκεῖ οἰκουμενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βασιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν· ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτως τὰ ἱερὰ ἐκτυπώματα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο, καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο. Τὰ μὲν οὖν μέχρι τοῦδε παρὰ τῆς βασιλίσσης καὶ τῶν αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν 291 μείρακα παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος (εἰκοσαέτης γὰρ ἦν) καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον λόγου, ἤχθετο καὶ μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας καὶ ψιλώσασα τῶν τριχῶν ἡ βασίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ' ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα τοὺς μὲν ἀπροΐτους τῶν ἰδίων οἴκων εἶναι κεκέλευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς εἰς αὐταρχίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν, 292 ἀλλὰ καὶ βασιλέα γινώσκειν εἶπον τὸν Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀναγορευόμενον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ, ἵν' αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσηλὲ ἄρχοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφήμησαν αὐτοκράτορα.