1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

176

στρατοπεδεύεται. Καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις, 660 καὶ εἴ τινές που τῶν ἑῴων περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν αὐτοκράτορα τὸν δομέστικον τῆς ἀνατολῆς τὸν ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκροτοῦσι καὶ πόλεμον κατά τινα τόπον Ἅιδην τοῖς ἐγχωρίοις καλούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνὸν καὶ τὸν ἐφεστηκότα τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ' ἀντιπολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γίνεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία. Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον 661 τοῦτο ἀβούλητον, ὅθεν οὐδ' εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ δ' ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπὸς καὶ Μιχαὴλ ὁ Ψελλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἱοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθησομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμὴν τὴν τοῦ Καίσαρος καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κομνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τὸ δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ' ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἱ πλείους οὐχ οὕτω φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ, τοὺς πρέσβεις ὁ Κομνηνὸς προσλαβόμενος "εἴ τινά μοι" φησίν "ἀπόρρητα διαπορθμεῦσαι πλη662 ροφορήσετε πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν ἐγκέκρυπται." τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφορίαν ἐκ τοῦ κρατοῦντος, "ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτὲ καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πεφιλοτίμηται παρ' ἐμοῦ, καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν' ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο, σπείσομαι καὶ ἀφίξομαι. ὅτι δὲ τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολὰς καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιωτικόν, τῇ δ' ἐγγράψομαι τὰ ἀπόρρητα." ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς δύσνουν αὐτῷ καὶ τοῖς μετ' αὐτοῦ. Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχειρίσας, ἀπελθεῖν προετρέπετο. οἱ δ' ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες. 663 ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾔτησεν ἐπηγγείλατο καὶ προσεπήγαγεν ὅτι "ὥσπερ ἐκεῖνος ἀπορρήτους μοι γνώμας ἐδήλωσε δι' ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι. διόμνυσθε τοίνυν τἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διάστημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ' ἀναβάλλομαι τοῦτο διά τινα αἴτια." ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἱ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ