1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

182

ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει ἐνιαυτούς, ζήσας δ' ἑξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμβουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς δ' ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνητοῖς κεχρῆσθαι αὐτοῖς, ὡς τῶν νόμων αὐτῶν τὴν ἐλευθερίαν ἀφελομένων. Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα τὴν τῶν κοινῶν μετακεχείριστο πρόνοιαν τῶν υἱέων κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προὐκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτι683 κῶν ὑποθέσεων, οὕτως ἐχρημάτιζον πρέσβεσιν, οὕτως ἐν συνήθεσι προόδοις προῄεσαν. Οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ' ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἵνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀναφαίτερον. οὐ γὰρ δι' ἀκολασίαν αὐτήν φασιν οὐδ' ἡττηθεῖσαν ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν ∆ιογένη, ἀλλ' ὡς ἄνδρα δρα684 στήριον καὶ τὰ πολέμια δόκιμον καὶ τὴν ἰσχὺν ἀπαράμιλλον ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν' ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας. Ἦν δ' ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ' ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλοὺς ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ ∆ούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ' ἐσφαγμένων τὰς κεφαλὰς στείλας τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς "οὐ δῶρον, ὦ ∆ιόγενες, τὸ ἀξίωμα, τοῦ δ' ἀνδραγαθήματος ἀμοιβή." διατρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο, ἐπεὶ ἔγνω τεθνάναι 685 τὸν αὐτοκράτορα. ὡς δ' ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος κατεκρίθη καὶ τέως ὁρίοις κατεκλείσθη περιγραπτοῖς. εἶτ' αὖθις ὡς κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἵν' ἡ ψῆφος κυρωθείη ἡ κατ' αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή· ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ' αὐτῷ καὶ οἶκτος ἔλαβε τοῦ ἀνδρὸς καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήματος ἐξῄει πρὸς τὴν Καππαδοκῶν (αὕτη γὰρ ἐκείνῳ πατρίς), ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προεχειρίσατο, ἤδη καὶ βασιλέα τοῦτον ἀνειπεῖν ὡς ἄνδρα κρίνασα παρ' ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ