1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

193

ἢ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλούμενος· ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν, οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμένη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ' αὐτοῖς τῆς ἱερωσύνης ἐκπέπτωκεν. ὁ μέντοι προβεβασιλευκὼς Μιχαήλ, ὡς εἴρηται, τὴν τρίχα καρείς, 723 ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκπεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ. Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ ∆υρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ πρὸς Θεσσαλονίκην ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βεβασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζινάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ' οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισίμου βραβεύουσαν· ἀλλ' ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ' αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατ724 ετροπώσατο κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ἦσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ' ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο. Τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων, στέλλει κατ' αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ ∆ούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτερίζει εὐθὺς καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ' ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ' ἄλλως μετεχειρίσατο· καὶ παρ' αὐτῶν συσχεθεὶς ὁ Κωνσταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ νεανίας καὶ εἰς νῆσον περιορίζεται· λόγος δ' ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαῦρος λεγόμενος. 725 Οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, 725 τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν οὐ πάνυ τι τῆς τῶν πραγμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι' οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον καὶ θρασύτερον. Ὡς ἤδη δὲ εἴρηται, ὁ λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ' ἐκείνου τετήρηται. ἀλλ' αἰφνίδιον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἱ δέ γε περὶ τὸν βασιλέα δεδοικότες ὡς, εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι 726 τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην, καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλλεται τοίνυν ὁ