1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

46

καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρε171 θῆναι, καὶ αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε μετεωρότερον, καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. Ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ' ἐκ διαλειμμάτων. ὅτε δ' ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ' οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ' ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ' ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ' ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν. 172 Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐν Περσῶν ὠνουμένη δι' ἐμπόρων παρὰ Ῥωμαίους. τὸ τῆς μετάξης χρῆμα οὐκ ᾔδεισαν μέντοι οὔθ' ὅπως γίνοιτο οὔθ' ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις 173 καὶ μέταξαν εἰργάσαντο δι' αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργάζοιτο μέταξα. Ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ' ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσλαβεῖν τὸν κύριον, ἀλλ' ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ' αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος. ἐτελεύτησε δ' οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἔτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο. Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς ἅπαντα 174 περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἁψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι τοῦτον σταυροειδῆ· καὶ τὸν ἐν τῷ ὀρφανοτροφείῳ ναὸν τῶν κορυφαίων ἀποστόλων πολυτελῶς ἐδομήσατο καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου· καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης καὶ τὸν τοῦ Παλατίου Χρυσοτρίκλινον καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ' ἕτερα. Ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασίλεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι' ἐκείνην καὶ ταῦτα καὶ τὸν