1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

85

Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ' ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν Πρώτην λεγομένην νῆσον ἀπάγεται καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφείλετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε. Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν, δύο ἐνιαυτοὺς βασιλεύσαντι. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελθὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κἀκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπε320 δον· τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῳ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περιουσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος· ὁ Λέων δὲ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι "σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ' ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, 321 ἀλλ' ἀπολεῖται κακῶς." ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ' ὅπως οὐκ ἔτυχε τῆς βασιλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλούτου ἐστέρητο, ἤδη μοι προϊστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἷς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. Τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ' αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἱ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ' εὐσυντάκτως ἐδίωκον, ἀλλὰ ἄλλοσέ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύ (ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς) καὶ 322 τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ. μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέλαβον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. Τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν (ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος), ἕτερον δ' εὑρηκὼς τῇ ἐκείνου κατοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ (ἦν γὰρ τὰ τῶν εἰκονο323 μάχων