1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

100

στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ' ἐπιγενομένης ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιὼν ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγαρηνοῖς διαλεγομένων (συνίει γὰρ τὴν τούτων διάλεκτον) καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει καὶ πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ' ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερίμνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ καὶ ἐνδελεχέστατα τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ' οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων, ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς· καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι' ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυναῖκες δὲ καὶ παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συν379 αριθμούμενοι ἀπήχθησαν δορυάλωτοι καὶ οἱ τῶν ἐκεῖ στρατηγούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ ἄλλοι πολλοὶ τῶν ἐν στρατηγίαις διαπρεπόντων καὶ περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μαθὼν ὁ Θεόφιλος (ἐν γὰρ τῷ ∆ορυλαίῳ διῆγε) πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αἰτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς τέσσαρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, "ἀνόητος ἂν εἴην" εἰπών, "εἰ περὶ χίλιά μοι τῆς ἐν στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους." ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι, οὕτω ἡ συμφορὰ καθίκετο τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρί380 σκεσθαι παρηγόρημα, ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἢ μόνον ὕδωρ ψυχρότατον καὶ οἷον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ ἐντὸς καί οἱ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια καὶ ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐνδείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕτως, ὁ βασιλεύς, καὶ πρῴην ἐξ ὅτουπερ ἀνερρήθη παρὰ τῶν Περσῶν βασιλεὺς ὁ Θεόφοβος, ὕποπτον αὐτὸν ἡγούμενος, ἔθετο μᾶλλον τῇ ὑπονοίᾳ καὶ διὰ τὴν προδοσίαν, ἣν ἐμελέτων οἱ Πέρσαι ποιήσασθαι, ὡς ἤδη μοι γέγραπται, τῶν ἐνδιαβαλόντων τὸν ἄνδρα, ὑποθήκαις ἐκείνου ταῦτα τοὺς Πέρσας δρᾶν ἰσχυριζομένων. ὡς ἤδη τῇ νόσῳ τὸ σῶμα τοῦ αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείργνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ 381 λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, "ὡς ἀπὸ τοῦδε οὔτε ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος." καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὸν ἐπὶ τοῦ κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς ἐκκλησίας διωχθῆναι. λιβερ σεχτῃς δεξιμῃς. Ὁ μὲν οὖν Θεόφιλος ἐπὶ τούτοις ἀπεβίω, ἡ δὲ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν ἐκείνου μετεβιβάσθη παῖδα τὸν Μιχαήλ, ἔτι παιδίον τυγχάνοντα, ᾧ καὶ ἐπιτρόπους ὁ πατὴρ καταλέλοιπε τὸν μάγιστρον Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο, 382 καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ διωγμοῦ τῶν ὀρθοδόξων διὰ τὰ σεπτὰ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος. ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις. ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κραταιὰ καὶ