1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

147

μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οἰκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπραγμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφίζετο· καὶ τοῦ παρ' ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο, καὶ οὐκ ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν, ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν. 555 ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρὸς καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας διοίκησις, τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπεσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώμενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότησιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ οὐκ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ καὶ θήραις καὶ ἡλικιωτῶν συνουσίαις οἷς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως. Ὁ δέ γε Σκληρὸς τοῦ Φωκᾶ θανόντος λυθεὶς τῆς εἱρκτῆς 556 εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πάλιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχαραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν αἵμασι χραίνειν, καὶ τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασίλειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδόμενος ἑκατέρωθεν, τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται "ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγούμενος." οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. ἐγγίσαντος δὲ τοῦ ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς (τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέδιλα οὐκ ἀπέθετο «ἢ γὰρ λάθετ' ἢ οὐκ ἐνόησεν») ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώτου στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπίφθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη 557 καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινωνησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ' ἐν ἀξίαις ἦν εἴτ' ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν ήσεσιν. Ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας ἀποφορτισάμενος ἐπὶ τὴν Θρᾴκην ἐξῄει καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε, τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος. καταλείψας δ' ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουροπαλάτου ∆αβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔνθαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβόμενος καὶ τὸν τοῦ ∆αβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸ ἐκείνου παῖδα λαβών, ἐπὶ Φοινίκην ἐχώρησε. καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς 558 ∆αμασκοῦ καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ ∆άφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ' αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε καὶ ὁμήρους κἀκ