1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

51

οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου, ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπῳ τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ' αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δορυαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνοὺς καὶ δείσας περὶ τοῖς οἰκείοις, 191 σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ' ὀνόματι τῆς Θεοτόκου καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν' ἐν αὐτῷ τὸν Μαυρίκιον ὑποδέχοιτο. Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωάννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀϊδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ' οὗ ὁ τῆς ὑπεραγίας θεοτόκου ναός, ὃς τῆς ∆ιακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος, ὁ τοῦ Μαυρικίου ὁμαίμων, τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγούστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑπερτίμοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. Ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ 192 μὲν ἐκράτει, ἐνίοτε δ' ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρασκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ' ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθεὶς ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ μόνοι οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβάρων πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμαλώτους, ἓν ἐφ' ἑκάστῳ διδόντι νόμισμα· ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ 193 οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας (ἥττητο γὰρ χρημάτων), τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀνέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ' αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος καί τινας εὑρηκὼς ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαντος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν 194 φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι