1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

5

δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ' ἑκάτερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ' ἦσαν τοῖς Βυζαντίοις 17 πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ' ἃ καὶ διήρη, καί τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναντίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι." πρὸς τούτοις ἐπάγει ὁ ∆ίων, ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ' εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τε ἐλάλει ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ' ἐν τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο. Τοιαύτη μὲν οὖν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ 18 ναοὶ δὲ ἐν αὐτῇ παρ' αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν, ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ' ὧν Πλακωτὸν παρωνόμασται· καὶ ἐπ' αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πελώριον ἦν, ἡ δὲ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλη τὸ ἄγαλμα καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ· ὃ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέτριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων συνέτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλακωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ. 19 Ἄλλοις τε οὖν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς Θρᾳκικῆ Ἡρακλείας, ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτεθὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς τιμὴν ἀνήγαγε πατριαρχικήν, τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐνταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητροφάνης ὁ ἱερώτατος, υἱὸς ∆ομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος· ὅσπερ δὴ ὁ ∆ομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετενεχθεὶς καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ' ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο. Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος 20 γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξερευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ' ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο· ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τε καὶ σχισμάτων τὰς ἐκκλησίας· ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ