1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

104

κοπῆναι νομίσματα δι' αὐτῶν. ἀλλὰ μέντοι καὶ ἐπὶ βασιλικαῖς στολαῖς τοῦτο ἐποίησεν, ὧν τινα ἐκείνου φθαρέντος ἔτι περισωζόμενα ὁ μετ' αὐτὸν βασιλεύσας Βασίλειος ἀνεκομίσατο, 394 τρία μόνα κεντηνάρια εὑρηκὼς ἐκ τῆς ἀπηριθμημένης ποσότητος. Τὴν ἑαυτοῦ δὲ μητέρα ὁ Μιχαὴλ τῶν βασιλείων ὑποχωρήσασαν οὐκ εἴασεν ἠρεμεῖν, ἀλλ' ὑποθήκαις τοῦ Βάρδα πέμψας ἀποκείρει καὶ αὐτὴν καὶ τὰς ἀδελφὰς καὶ ἐν τῷ οἴκῳ τῶν Καριανοῦ περιορίζει καὶ ὅσα προσῆν ἀφαιρεῖται. τούτοις ἡ Θεοδώρα πληγεῖσα τὴν ψυχὴν μεταχωρεῖ πρὸς τὰς ἐκεῖθεν μονάς, ὀλίγον τῇ συμφορᾷ ἐπιζήσασα. αἱ δὲ θυγατέρες αὐτῆς καὶ τοῦ βασιλέως ὁμαίμονες ἤντλουν τὰ αὐταῖς ἐπενηνεγμένα κακά, ἃς ὁ Μακεδὼν μετὰ ταῦτα Βασίλειος τῆς βασιλείας ἐπιλαβόμενος πρὸς τὴν τῆς πρὸς μητρὸς αὐταῖς μάμμης μονήν, ἣ Γαστρία καλεῖται, ἀπήγαγε. τῆς δὲ τοῦ βασιλέως μητρός, ὡς εἴρηται, τῶν ἀνακτόρων ἐκστάσης, ἡ πᾶσα τῆς βασιλείας διοίκησις ὑπὸ τὸν Βάρδαν ἐγένετο, τιμηθέντα κουροπαλάτην πρὸς τοῦ ἀνεψιοῦ. Εἶτα ἐκστρατεύει ὁ Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, ἄρτι 395 πρώτως ὑπηνήτης γινόμενος, καὶ πόλιν αὐτῶν τὰ Σαμόσατα (αὕτη δὲ τῶν παρευφρατιδίων ἐστί) πολιορκεῖν ἐπεχείρησεν. οἱ δ' Ἰσμαηλῖται τῆς πόλεως τὰς πύλας τοῖς πολιορκοῦσιν ἐπιζυγώσαντες ἐντὸς ἔμενον, δόκησιν διδόντες αὐτοῖς ὡς δειλαινόμενοι ἔνδον τοῦ περιβόλου συνέκλεισαν ἑαυτούς. τοῦτο τοὺς Ῥωμαίους εἰς θράσος ἤνεγκε, καὶ ἀπερισκέπτως ἐσκήνωντο καὶ ἀφυλάκτως ἐσκίδναντο. ἐπὶ τρισὶ δ' ἡμέραις ὑποκριθέντες δειλίαν οἱ ἐκ τῆς Ἄγαρ ἀθρόον τὰς πύλας ἀναπετάσαντες μετὰ ῥύμης σφοδρᾶς καὶ ἀλαλαγμοῦ τῷ τῶν Ῥωμαίων ἐπίασι χάρακι· καὶ οὐδεὶς ὑπέστη τὴν τούτων ὁρμήν, πρὸς δρασμὸν δ' οἱ πάντες ἀπεῖδον καὶ καταλαμβανόμενοι οἱ μὲν ἀνῃροῦντο, οἱ δ' ἐζωγροῦντο. ὅτε καὶ οἱ Μανιχαῖοι τοῖς Ἰσμαηλίταις συμμαχοῦντες πολλοὺς τῶν ἐπιφανῶν ἐζώγρησαν στρατηγῶν καὶ χρημάτων αὐτοὺς μεγάλων ἀπέδοντο. τότε τοίνυν μικροῦ καὶ ὁ βασιλεὺς ἂν ἐλήφθη αὐτός, εἰ μὴ τῇ ταχυτῆτι τοῦ ἵππου τοὺς πολεμίους ὑπεκδραμὼν διασέσωστο. ἐλήφθη δὲ τὸ στρατόπεδον καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἡ πρὸς ὑπηρεσίαν τοῦ βασιλέως ἀποσκευὴ καὶ τἆλλα πάντα διήρπαστο. τότε μὲν οὖν ὑπέστρεψεν ὁ Μιχαήλ. 396 Αὖθις δὲ τοὺς Ἀγαρηνοὺς ἐπιόντας ταῖς τῶν Ῥωμαίων χώραις μαθὼν ἔξεισι κατ' αὐτῶν μετὰ βαρυτέρας δυνάμεως. οἳ διὰ δυσόδων τόπων, ἐπιτόμων δέ, διελθόντες ἀπροσδόκητοι τῷ Ῥωμαίων ἐπῆλθον στρατῷ καὶ τρέπονται τοῦτον. ἥλω δ' ἂν καὶ ὁ βασιλεύς, εἰ μὴ ὁ μάγιστρος Μανουὴλ τῶν σχολῶν τυγχάνων δομέστικος αὐτὸν διεσώσατο. Οἱ δ' ἐναντίοι κακοῦντες τὰ Ῥωμαίων οὐκ ἔληγον. στέλλεται γοῦν κατ' αὐτῶν ὁ τοῦ βασιλέως μητράδελφος ὁ Πετρωνᾶς μετὰ Ῥωμαϊκῶν δυνάμεων αὐτοῖς ἀντιτάξασθαι. ὁ δὲ οὐκ ἐθάρρει συμβολήν, ἀλλ' ἐδειλία τὸν πόλεμον. μαθὼν οὖν ἐν ὄρει τινὶ μοναχὸν ἀσκούμενον τὴν ἀρετὴν διαβόητον καὶ προορῶντα τὰ μέλλοντα, ἄπεισι πρὸς αὐτὸν καὶ ἐρωτᾷ εἰ τῷ πολέμῳ ἐπιχειρήσειε· καὶ ὃς ἐπιτρέπει καὶ νίκην αὐτῷ ἐπαγγέλλεται. ἀπῆλθε τοίνυν ὁ Πετρωνᾶς καὶ τοῖς ἐναντίοις προσέβαλε, καὶ ἡττᾶται μὲν ἡ τῶν Ἀγαρηνῶν στρατιά, πίπτει δὲ ὁ ταύτης κατάρχων Ἄμερ. ὁ δὲ τούτου υἱὸς ἐκ τοῦ πολέμου ἀπών (εἰς γὰρ λείαν ἐτύγχανεν ἀποδεδημηκώς) τὴν ἧτταν καὶ τὴν φθορὰν μαθὼν τοῦ πατρὸς ἀπεδίδρασκεν, ἀλλὰ καὶ οὗτος ἐν τῷ δρασμῷ συλληφθεὶς παρεδόθη τῷ στρατηγῷ. λέγεται δὲ πρὸ τοῦ πο397 λέμου τούτου ὁ Ἄμερ τῶν αἰχμαλώτων πυθέσθαι τινὸς ὅπως ὁ τόπος ἐν ᾧ ἐστιν ἡμῖν ἡ παρεμβολὴ καλοῖτο καὶ ὅπως ὁ παραρρέων λέγεται ποταμὸς καὶ τίνος ἡ ὅλη ἐκείνη χώρα ἔτυχε κλήσεως. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα εἶπεν ἐκεῖνος κεκλῆσθαι, Πτώσαντα δὲ τὸν τόπον τοῦ χάρακος καὶ Γύρην τὸν ποταμόν, ἐκεῖνος ἐκ τῶν ὀνομάτων τούτων οἰωνισάμενος ἔφη τὰς κλήσεις ταύτας οὐκ αἴσιον αὐτῷ τὸ τοῦ πολέμου τέλος παραδηλοῦν. λαοῦ μὲν γὰρ κάκωσιν ἐκάλει τὸν Λαλακάωνα, πτῶσιν δὲ σημαίνειν τὸν Πτώσαντα, γυρωθῆναι δὲ μέλλειν ὑπὸ τῶν ἐναντίων αὐτοὺς ἐκ τῆς τοῦ ποταμοῦ κλήσεως ἐμαντεύετο. τὰ μὲν οὖν τῆς νίκης οὕτως εἶχον τῷ Πετρωνᾷ· ὁ δὲ