1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

129

διατιθέμενος ἄστεά τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο. Ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανὸς εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περιαγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπραττούσης αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ πόματι συνεκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ εἴτ' ἐκ προνοίας εἴτε τυχαίως τὸ πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὂν καὶ παρὰ τοῦ βασιλέως ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μικροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ' οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντεκαιδεκάτῳ δ' ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου ὄρει οὗτος ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἵνα ταῖς τῶν ἐκεῖ 489 ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ' ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ' αὐτοῦ. ἔνθα δὴ γεγονώς, κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βασίλεια καὶ μετ' ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ' ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ' ὁ σύμπας τῆς βιοτῆς αὐτοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα τέσσαρες καὶ μῆνες δύο, συμβασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπάσαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ μέχρις ἀποβιώσεως ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους νύκτας, καὶ νομίσαι μὲν τὸν βασιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι καὶ πολλοὺς περιστῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον· ἀλλ' οὐδεὶς 490 ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ' ἐξ ἀνθρώπων τοὖργον νενόμιστο πράττεσθαι. Καὶ ὁ μὲν Κωνσταντῖνος τοῦ ἐπικλωσθέντος αὐτῷ μίτου ῥαγέντος τοῦ ὁρισθέντος αὐτῷ χρόνου τῆς βιοτῆς ἀπεβίω, ὁ υἱὸς δὲ αὐτοῦ Ῥωμανός, ὃς καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ' ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν (ἤδη γὰρ ἀνδράσι συντέτακτο), ἀλλ' ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα Ῥωμανόν, ὄντα πρεσβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι παιδίον αὐτὸν καλεῖσθαι, ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατὴς τὸν υἱὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταντίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς καὶ ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βασιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο. Πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέ491 στικος τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιομάχῳ στρατῷ καὶ δι' ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπαγαγὼν μηχανήν, ὑφ' ἑαυτὸν αὐτὰ ἐποιήσατο· εἶτα καὶ τὴν αὐτῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώσατο καὶ τὸν μετ' αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ τῆς Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἱ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν. καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ Χάλεπ ἐκράτει, ὁ Ῥωμανὸς σὺν δυνάμει ἀπέστειλε· καὶ οὗτος δὲ τῷ Χαμδὰν συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ