1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

140

Ῥωμαίοις κατέστη ἁλώσιμον, ἔνθα καὶ ὁ τῶν Βουλγάρων βασιλεὺς ὁ Βορίσης ἑάλω· ᾧ καὶ πᾶσι δὲ τοῖς Βουλγάροις ἐπιεικῶς ὁ αὐτοκράτωρ ἐχρήσατο, ἀνέτους αὐτοὺς ἀφιείς, οὐ κατὰ Βουλγάρων λέγων ἄρασθαι ὅπλα, κατὰ δέ γε τῶν Ῥῶς. πολλῶν δὲ Σκυθῶν εἰς ὀχύρωμά τι προσπεφευγότων, ἐξελεῖν καὶ τοῦτο ὁ βασιλεὺς ἐκέλευσεν. οἱ δὲ στρατιῶται διὰ τὸ τοῦ τόπου δυσάλωτον ἦσαν ἀπρόθυμοι. ὃ γνοὺς ὁ Ἰωάννης αὐτὸς πρὸ τῶν ἄλλων πεζὸς ἀπῄει πρὸς τὸ ὀχύρωμα, κἀντεῦθεν ἐκεῖ συνέθεον ἅπαντες· καὶ ἥλω κἀκείνων σπουδῇ τὸ ὀχύρωμα καὶ τῶν ἐν αὐτῷ οἱ μὲν διεφθάρησαν, ἔνιοι δὲ καὶ ἁλωτοὶ Ῥωμαίοις ἐγένοντο. τούτῳ μὲν οὖν τῷ ἄστει φρουρὰν ἐγκατ530 έστησεν ὁ βασιλεὺς ἀξιόμαχον, ἐκεῖνος δὲ ἀπῄει πρὸς τὸ ∆ορόστολον, ὃ καὶ ∆ρίστρα καλεῖται, καί τινας πόλεις ἑλὼν κατὰ πάροδον καὶ φρούρια ἐκπορθήσας ἐφθάκει πρὸς τὸ ∆ορόστολον. ἦν δὲ πρὸ τῆς πόλεως ταύτης ἐστρατοπεδευκὼς ὁ τῶν Ῥῶς ἀρχηγὸς ὁ Σφενδοσθλάβος. ὡς οὖν εἶδον ἀλλήλας αἱ στρατιαί, συνερράγησαν ἐπ' ἀλλήλας εὐθύς, καὶ τὸ μὲν πολὺ τῆς ἡμέρας ἀγχωμάλως ἐμάχοντο, περὶ δὲ δείλην ὀψίαν ἀπειρηκότες οἱ Ῥῶς ἐνέκλιναν πρὸς φυγήν· καὶ οἱ Ῥωμαῖοι ἐδίωκον, πλεῖστοι μὲν οὖν τῶν βαρβάρων ἀπώλοντο, οὐ μείους δὲ ἐζωγρήθησαν, οἱ δ' εἰς τὸ ∆ορόστολον ἐπανήλθοσαν· καὶ ὁ βασιλεὺς πρὸ τῆς πόλεως πηξάμενος χάρακα τὰς τριήρεις τὸν Ἴστρον φυλαξούσας προσέμενεν, ἵνα μὴ οἱ Ῥῶς ἀποδράσαιεν. ὁ δὲ Σφενδοσθλάβος οὓς κατεῖχε Βουλγάρους, εἰς εἴκοσι χιλιάδας ὄντας, ὡς λέγεται, πάντας ὑπὸ δεσμοῖς ἐποιήσατο, δείσας μὴ ἐπανασταῖεν αὐτῷ ἢ τῷ βασιλεῖ προσχωρήσωσιν. ὡς δὲ καὶ ὁ στόλος παρῆν, ἐπολιόρκει τὴν πόλιν ὁ βασιλεύς. ἐκ Κωνσταντείας δὲ καὶ φρουρίων ἑτέρων πρέσβεις πρὸς τὸν βασιλέα ἀφίκοντο αἰτοῦντες συγγνώμην καὶ ἑαυτοὺς παραδιδόντες αὐτῷ καὶ τὰ φρούρια. καὶ ταῦτα μὲν οἱ Ῥωμαῖοι παρέλαβον, ἡ δὲ τοῦ ∆οροστόλου 531 πολιορκία ἐφ' ἡμέρας διήρκεσε πλείονας, τῶν βαρβάρων εὐ531 ψύχως ἀνταγωνιζομένων. ὡς δ' ἐκ τῶν πολέμων τῶν συνεχῶν πολλοὶ τραυματίαι γεγόνασιν, ἤδη δὲ αὐτοὺς καὶ τὰ ζωαρκῆ ἐπιλέλοιπεν, ἤρξαντο σφίσι θραύεσθαι τὰ φρονήματα. ἀλλ' ὁ Σφενδοσθλάβος νύκτα φυλαξάμενος ἀσέληνον καὶ χειμέριον, ἐν μονοξύλοις ἄνδρας ἐμβιβάσας ὡσεὶ δισχιλίους καὶ αὐτὸς ἐκείνοις συνεμβεβηκώς, ἀπῆλθεν ἐπισιτίσασθαι καὶ συλλέξαντες τὰ χρειώδη εἰς τὸ ∆ορόστολον ἐπανῄεσαν. καί τινας τῶν Ῥωμαίων θεράποντας περὶ τὸν ποταμὸν ἐσκεδασμένους κατ' ἄλλας καὶ ἄλλας χρείας ἰδόντες, ἐκβάντες τῶν πλοίων ἐνίους ἀπέκτειναν καὶ λαθόντες αὖθις εἰς τὸ ∆ορόστολον ἐπανήλθοσαν. τοῦτο πάνυ τὸν βασιλέα ἐλύπησε καὶ τοῖς τοῦ στόλου κατάρχουσιν ἐπιχόλως εἶχε, καὶ εἰ ἔτι λάθοιεν αὐτοὺς οἱ βάρβαροι ἀποπλεύσαντες, ἠπείλησε θάνατον εἶναι σφίσι τὸ ἐπιτίμιον. ἐφ' ὅλαις δὲ ἡμέραις ἑξήκοντα πολιορκήσας τὴν πόλιν καὶ μήπω ταύτην ἑλὼν ἔγνω λιμῷ τοὺς ἔνδον καταγωνίσασθαι· καὶ περικάθηται ταύτην, ἐπιτηρῶν ἀκριβῶς ἵνα μή ποθεν αὐτοῖς χρειῶδές τι κομισθῇ. οἱ δὲ βάρβαροι πολλάκις ἐκδρομὰς ποιησάμενοι ἥττηντο· ἐπεὶ δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο καὶ οὔτε τῶν ἀναγκαίων ἦν αὐτοῖς χορηγίας ἐλπίς, οὐδὲ μέντοι γε συμμαχίας, 532 οἱ μὲν ἀποδρᾶναι νυκτὸς συνεβούλευον, οἱ δὲ Ῥωμαίοις ἑαυτοὺς πιστεῦσαι καὶ οὕτως ἐπανελθεῖν εἰς τὰ ἴδια, οἱ δ' ἄλλο τι ὑπετίθουν. Ὁ δέ γε Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρῄνει μαχέσασθαι καὶ ἢ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε, τὸ δὲ πλῆθος ἐπῄνεσε καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσπλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγένοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ' ἐφράσατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόον, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἠρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ. τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ φυγῆς παρέσχετο δόκησιν· καὶ εἵποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ