1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

71

συμμαχῆσαι αὐτῷ. ἐντεῦθεν ἐμφύλιοι πόλεμοι καὶ ὑπ' ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκαστοι γὰρ τοῦ σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων παρὰ τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἀρτάβασδον ὑπὸ τῶν στρατευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πόλεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς τὸν μὲν Κωνσταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς, αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι "ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μαρίας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην Μαρίας." ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως τοῦ Ἀρταβάσδου, 267 μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος περαιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλόμενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτάβασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλασσοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικήταν συνέσχε καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβαλὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀποδρὰς εἰς φρούριόν τι τοῦ θέματος Ὀψικίου συνέκλεισεν ἑαυτὸν καὶ κατασχεθεὶς πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσδῳ συμμαχησάντων πολλοὶ ἀνῃρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγγιος ὁ πατρίκιος, τῶν ἐπισήμων ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν, ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς 268 ὀστᾶ καὶ δι' ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι. ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀναστάσιον ἀπὸ τοῦ ∆ιιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἵν' ὁρᾷ πρὸς οὐράν, ἀτίμως οὕτω καὶ αὐτὸν ἐθριάμβευσε πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ Ἀναστασίου καὶ πατήσαντος τὸ ἐκείνου ὠμόφορον, στραφεὶς ὁ ἱερὸς Γερμανὸς ἔφη "μὴ σπεῦδε· τὸ ∆ιίππιόν σε ἐκδέχεται." ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε. Τῶν Ἀράβων δὲ διαφερομένων ἀλλήλοις καὶ μάχαις ἐμφυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρατεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ ἐκ νόσων φθορὰ 269 πολλὴ τῶν ἀνθρώπων συμβέβηκε κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ καθ' Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι· διὸ ἁμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα διὰ Ἀναστασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου. Ἐκράτησε δὲ ὁ Κωνσταντῖνος τῆς Θεοδοσιουπόλεως καὶ τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέμενος, δι' ὧν τὸν