1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

184

αὐτῶν ἐνετείλατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαισάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρα690 τεύματος ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν. φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης καὶ φάλαγγα μὲν εἰς Μελιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο· καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν ἄλλων εἰς ἐπικουρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πόλεως ὢν καὶ τὸ συμβὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρμησε. μαθὼν δὲ ὁ τοῦ Χάλεπ ἡγεμονεύων τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρ691 βάροις μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δορυάλωτον. καὶ τὸ Ῥωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον· ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπενεγκών (ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ' ἑτέρου διαδήλου συνθήματος), ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ Ῥωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἵπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ' ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ μεγάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βασιλεῖ, ὅτι ὅλως οἱ Ῥωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βασιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθὼν καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχὼν εἰς πόλιν τῆς Κιλικίας τὴν Ἀλεξανδρῶνα λεγομένην κατήντησε. κἀκεῖθεν ἀπ692 ιόντι λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ' ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἵνα τὴν τοῦ χειμῶνος ὥραν ἀνενδεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν, ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰδαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα. Ἄρτι δ' ἀναλάμπειν ἠργμένου τοῦ ἔαρος αὖθις ὁ βασιλεὺς ἑτέρας ἐκστρατείας ἐμέμνητο. ἐκδημήσας τοίνυν τῆς Βυζαντίδος καὶ γενόμενος εἰς Καισάρειαν ἔμαθε Τούρκων πλῆθος πολὺ κατατρέχειν τὴν χώραν, καὶ τούτοις πῇ μὲν μέρος τῆς στρατιᾶς ἐπαφιείς, πῇ δὲ καὶ αὐτὸς συμβαλών, ἐτρέψατο τοὺς ἐχθροὺς καὶ τοὺς ζωγρηθέντας τῷ ξίφει πάντας ὑπαγαγὼν πρὸς τὸν Εὐφράτην ἐτίθει τὸ ὅρμημα. τὸν μέντοι Φιλάρετον 693 στρατηγὸν προβαλόμενος (ἦν δὲ τοῦ Βραχαμίων γένους ὁ ἀνήρ, δοκῶν μὲν πρὸς στρατιωτικὴν ἐμπειρίαν ἱκανῶς ἔχειν, βίου δὲ τυγχάνων οὐκ ἀγαθοῦ, ἀλλ' ἀντιρρόπου πάνυ πρὸς τὴν κλῆσιν αὐτοῦ), τούτῳ τὸ ἥμισυ παραδίδωσι τοῦ στρατεύματος, αὐτὸς δ' ἀπένευσε πρὸς τὰ βορειότερα. τοῖς δὲ μετὰ τοῦ Φιλαρέτου ἐπιφανέντες οἱ ἐναντίοι πτοίαν ἐνέβαλον