1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

167

οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱ τῆς πόλεως δι' ὀργῆς ἐποιοῦντο τὸν αὐτοκράτορα, ὡς δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πολιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο ἑτοιμότατα. ἕωθεν οὖν παραταξάμενος καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ 628 τὰς Βλαχέρνας ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑποσχέσεσι τούτους πρὸς τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ' ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων, ἐπεχείρει τῇ προσβολῇ. ἀντιπαρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεραπεύουσι, τῶν πάντων οὐδ' εἰς ἀκριβῆ συναριθμουμένων χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πόλεως ἐστραμμένῳ πεδίον καθῆστο βασιλικῶς, ἵν' ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδιάζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπικροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας τινὸς ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ' ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλλυντο. τοσοῦτον δ' ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς 629 τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐτίκα γενέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ' ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ' αὐτοῦ, τὸ δ' ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ' οὐδ' ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσέ πῃ τὸν θῶκον μετήνεγκεν. ὃν δ' εἴρητο τρόπον διαφυγεῖν τὸν Τορνίκην τὸ εὐτύχημα, εἰς τοὐναντίον αὐτῷ τὰ πράγματα περιέτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἕωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων 630 σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἷς ἐπὶ τὸν τύραννον ἵετο καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολὴν καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχειρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, ἀλλ' ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ δὲ παρῆσαν αἱ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἱ δ' αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχοντος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις καὶ τοὺς μὲν ὁμιλίαις, τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βασιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων παραμεμενηκότος αὐτῷ τοῦ Βατάτζη. ὡς δ' οὖν