1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

190

Ῥουσέλιος δὲ μετὰ τοῦ Καίσαρος σὺν ὀλίγοις ἐπήλαυνον. ἤδη δὲ τῶν οἰκείων ἐκμηκυνθεῖσι πολὺ ἑτέρα πληθὺς ἀνεφάνη Τούρκων εἰς πολλὰς πάνυ χιλιάδας ἀριθμουμένη· ὡς δ' ἐπῆλθον αὐτοῖς οἱ φανέντες καὶ ἄκοντες αὐτοῖς συνερράγησαν. περιειληθέντες δ' ὑπὸ τοῦ πλήθους καὶ τοὺς ἵππους ἀποβαλόντες ἑάλωσαν ὅ τε Καῖσαρ καὶ ὁ Ῥουσέλιος. ἀλλὰ τὸν μὲν Ῥουσέλιον ἡ σύνευνος προλαβοῦσα ἐπρίατο, τὸν δὲ Καίσαρα ὁ βασιλεὺς ἐλυτρώσατο. ὁ δὲ ἀπαγόμενος πρὸς τὸν βασιλέα καὶ ἐν τῇ Προποντίδι γενόμενος κείρεται τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, ῥάκος μοναχικὸν περιθέμενος· ηὐλαβεῖτο γὰρ μή τι πάθῃ πρὸς τοῦ ἀνεψιοῦ διὰ 712 τὴν ἀνάρρησιν. ὁ δέ γε Ῥουσέλιος λυθείς, ὡς εἴρηται, τῆς αἰχμαλωσίας, τὴν γυναῖκα μετὰ τῶν περιλειφθέντων Φράγγων λαβὼν εἰς τὸ τῶν Ἀρμενιακῶν θέμα ἐγένετο, ἐν ᾧ διῆγε καὶ πρότερον. στέλλει τοίνυν ὁ βασιλεὺς κατ' αὐτοῦ τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, νέον μὲν ὄντα, ἄνδρα δὲ συνετὸν καὶ δραστήριον. ὃς γενόμενος κατὰ τὴν Ἀμάσειαν δι' ἀπορρήτων δηλοῖ τοῖς Τούρκοις ὡς εἰ κατασχόντες τὸν Ῥουσέλιον παραδοῖεν τοῦτον αὐτῷ, πολλῶν αὐτοὺς ἐμπλήσει χρημάτων. φιλίαν γοῦν ὑποκριθέντες ἐκεῖνοι πρὸς τὸν Ῥουσέλιον κατέσχον τὸν ἄνδρα καὶ πολλῶν αὐτὸν χρημάτων ἠλλάξαντο· ὃς αὐτίκα παρὰ τοῦ Ἀλεξίου δέσμιος ἀπήχθη πρὸς τὸ Βυζάντιον καὶ σφοδρῶς αἰκισθεὶς εἰς πύργον δέσμιος κατεκέκλειστο. Σίτου δὲ γενομένης ἐνδείας ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τούτου, ὥστε μὴ ὅλον μέδιμνον εἰς νόμισμα ἀποδίδοσθαι, ἀλλὰ παρὰ πινάκιον, εἰς ἐπώνυμον τῷ βασιλεῖ τὸ κοινὸν δυστύχημα ἐχρημάτισεν, ὡς καὶ μέχρι τοῦδε οὕτω καλεῖσθαι τοῦτον τὸν ἄνακτα· οὐ γάρ τις ἄλλως γνωριεῖ τοῦτον εἰ μὴ τὸν Παραπινάκιον εἴποι. 713 Τῷ τρίτῳ δ' ἔτει τῆς βασιλείας αὐτοῦ τὸ τῶν Χροβάτων ἔθνος, οὓς δὴ καὶ Σέρβους τινὲς καλοῦσι, κεκίνητο, τὴν τῶν Βουλγάρων χώραν ἐπικεχειρηκὸς κατασχεῖν. ἀλλὰ μὴν καί τινα ταύτης κατεσχηκός, πολλαῖς δὲ μάχαις καὶ φθορᾷ πολλῶν ἑκατέρωθεν τῶν τε κατισχημένων ἐκπέπτωκε καὶ καταπολεμηθὲν τῶν Ῥωμαϊκῶν ὁρίων ἐξώσθη καὶ εἰς τὰ σφέτερα ἤθη μένειν ἠνάγκαστο. ∆οῦλος δέ τις τοῦ πατρὸς τούτου τοῦ αὐτοκράτορος Νέστωρ ὄνομα, βεστάρχης δὲ τὸ ἀξίωμα, δοὺξ τῶν Παριστρίων προχειρισθεὶς ἦρεν ὅπλα κατὰ τοῦ βασιλέως. ὁμαιχμίαν γὰρ θέμενος μετά τινος ἀρχηγοῦ Πατζινάκων, ὃς ἐκαλεῖτο Τατούς, εἰς τὴν τῶν πόλεων βασιλεύουσαν παρεγένοντο καὶ παρενέβαλον πρὸ αὐτῆς. καταθέσθαι δὲ τὰ ὅπλα τοῦ βασιλέως δηλοῦντος αὐτῷ, ἐκεῖνος ἕτοιμος εἶναι ποιῆσαι τοῦτο ἔλεγεν, εἰ αὐτῷ ὁ λογοθέτης Νικηφόρος ἐκδοθείη ἢ τέως ἐκ μέσου γένηται, ὡς κοινὴ συμφορὰ καὶ κακὸν ἐπιδήμιον. τοῦτο δὲ τοῦ βασιλέως μὴ ποιοῦντος, ἀπανίσταται μὲν τῆς πόλεως, τὰ τῶν Θρᾳκῶν 714 δὲ καὶ τὰ τῶν Μακεδόνων ληίζεται καὶ ὅσα τούτοις τῆς Βουλγαρίας παράκεινται καὶ εἰς τὴν τῶν Πατζινάκων μεταχωρεῖ. Υἱοῦ δὲ τεχθέντος αὐτῷ ἐκ τῆς ἐξ Ἀλανῶν Μαρίας, ἣν βασίλισσαν ἔστεψε, Κωνσταντῖνον αὐτὸν ὠνόμασεν ἐπὶ τῷ πατρὶ καὶ βασιλικῶς ἐταινίωσε καὶ στείλας πρὸς τὸν Λογγιβαρδίας ἡγεμονεύοντα Ῥομπέρτον τὴν ἐκείνου θυγατέρα τῷ υἱῷ ἐμνηστεύσατο, ἣν καὶ ἀχθεῖσαν Ἐλένην μετωνόμασεν. ἐτέχθη δὲ τότε ἐν τῷ Βυζαντίῳ παιδίον, ἕνα ἔχον κατὰ τὸ μέτωπον ὀφθαλμὸν καὶ τραγοσκελές. τῶν μέντοι βαρβάρων τὴν ἑῴαν ληιζομένων καὶ οἷς ἐντύχοιεν ἔργον τιθεμένων μαχαίρας, φεύγοντες οἱ Ἀσιανοὶ τῇ Κωνσταντίνου προσῄεσαν. μή τινος δὲ προνοουμένου τῶν κοινῇ συμφερόντων (ὁ γὰρ βασιλεὺς περὶ λόγους ἠσχόλητο καὶ ἰάμβους συντιθέναι πρὸς τοῦ Ψελλοῦ ἐδιδάσκετο), σιτοδεία τοὺς ἐν τῇ πόλει ἐπίεζεν. ἵνα δ' ἐκφαντικώτερον τὸ πάθος ἐκτραγῳδήσαιμι, λιμὸς ἦν ἄντικρυς τὸ κακόν, τῷ δὲ παρείπετο καὶ λοιμός, κἀκ τούτου συνέβαινον θάνατοι καὶ οὗτοι συχνοί τε καὶ ἀλλεπάλληλοι, ὥστε ἀδυνατεῖν τοὺς ζῶντας ταφῇ παραδιδόναι τοὺς θνήσκοντας. τοσοῦτοι 715 γὰρ ἦσαν ὡς πολλάκις πολλοὺς ἐν μιᾷ κλίνῃ ἐκφέρεσθαι, κἀν ταῖς ἀμφόδοις δὲ ἀτάφους κεῖσθαι πολλούς. ἐντεῦθεν πάντα κατηφείας μεμέστωτο διά τε ταῦτα καὶ ὅτι καὶ ἀδίκοις εἰσπράξεσιν ἐπιέζετο τὸ