1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

9

ἐξαναστὰς δὲ τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε καὶ πρόεισιν ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολλοῖς, ὃ τοὺς μὴ συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος δὲ διαλεχθεὶς τοῖς παροῦσι τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ, ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς εἰς τὰ βασίλεια ἄπεισι καὶ διανομὰς χρημάτων πεποίητο ταῖς τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν, ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἀμετρίας ἐνόσησεν ἀκολάστως βιούς· ἢ καὶ ἐν προσχήματι θήρας εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς, ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά. 33 ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν θήραν ὑπνώττοντα τὸν Κώνσταντα διεχρήσαντο καὶ τοὺς ἐκείνῳ δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ' ἐκεῖνον τὴν κατ' αὐτοῦ ἐπανάστασιν καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παράσημα ἀπεκδύσασθαι κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτακαιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ' ἡλικίας ἤδη παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ αὐτοῦ προειρήκασι καὶ τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαιζεν ὁ Κώνστας· τὸ δ' εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρολόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε λοξή. ἐν γὰρ πο34 λίχνῃ Ἐλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ Κώνστας ἀνῄρητο. Ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέρητο τῆς ζωῆς· ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς τυραννίδος χωρησάντων πραγμάτων ἐσπούδασε τῶν τὰς ἀρχὰς ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας αὐτοῖς μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ' ὁδὸν λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων. Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραννίδα· τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ πότερον ἂν προτιμήσαιτο τὸ Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τούτων κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραννήσαντος, ἵνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ προσποιήσαιτο τὰ ἑσπέρια. 35 Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ καὶ σὺν βαρεῖ στρατεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ πόλεων· καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ ἐξ ἐκείνου τὴν πόλιν εἰλήφει, ὑπὸ Ῥωμαίων ἑάλω πολιορκίᾳ. ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵνα αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντικαθίσταντο οἱ πολιορκούμενοι. καὶ τὸν ποταμὸν δέ, ὃς διὰ μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν ὑδάτων καὶ ἐκ φρεάτων