1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

158

γενόμενος. τῆς γοῦν 595 ἀδελφῆς αὐτοῦ Μαρίας, ἣ μήτηρ ἦν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι' εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πένητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀνεθῆναι τοῖς ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας "ὡς γυνὴ φρονεῖς" ἀνταπεκρίθη αὐτῇ "μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων." οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα δώροις καὶ ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρήματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ' οὕτω μὲν παρὰ τοῦ ὀρφανοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ' ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας, ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι· οἷς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συνεχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτούς, ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτοκράτορι. 596 Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῷ βασιλεῖ καὶ θαμὰ τῆς τοῦ λογιζομένου παραφορᾶς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ' ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παραπετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τεταγμένοι αὐτὸν περιίσταντο, οἳ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς (πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον), εἷλκον ἐπ' ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος ὅτι οἷα ἀνθ' οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπιγινομένου ᾐσχύνετο πάσχων οὕτω παρ' ἐκείνης ὁρᾶσθαι, ἢ διὰ τὸ τὴν ἕξιν τοῦ σώματος διεφθάρθαι οἱ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως 597 ἁμάρτημα παρ' ἐκείνων ἄλλας τε ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο χρημάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος ∆ημητρίου δεόμενος ἵνα τι τοῦ πάθους εὕρῃ ἀλέξημα· τῷ δὲ καὶ νόσος ὑδερικὴ προσεγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἑώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν αὐτοκράτορα πιθανότησι καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἵν' ἔφεδρος εἴη τῇ τῆς βασιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομάζουσιν. ἡ δὲ μήτ' ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων θελήμασι καὶ ἄλλως εὔκολος οὖσα καὶ τὴν γνώμην εὐάγωγος κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γερουσία ἐκ προκηρύγματος καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν 598 βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μιχαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ' αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πᾶν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ' ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δέ, ὁ λόγος δηλώσει κατὰ καιρόν. Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς αὐτῶν βασιλείας καθαιρεθείσης, μέχρι μέν