1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

130

στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ' ἄλλο γενέσθαι ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις 492 δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ αὐτοκράτορος ἐφωράθη καὶ οἱ ταύτην συρράψαντες καὶ οἱ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ ἀπηνῶς ἐκολάσθησαν. Ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ' ἐκελεύσθη πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ Ῥωμαίων χωρήσειν ἠλπίζετο. ἐν γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δορυαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δεσμίους χριστιανοὺς τῆς αἰχμαλωσίας ἀπέλυσε. Λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγαρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐτοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἔρεσθαι 493 τοῦτον πῶς εἰς τὸ κατόπιν Ῥωμαίοις περιηνέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι φρονήματι "διότι σὺ μὲν βασιλεύεις, ὁ δ' ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν. εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ τὰ φρονήματα καὶ τὰ πράγματα, πλὴν μὴ ἀθρόαν οἴου ἔσεσθαι τὴν μεταβολήν." ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μεταχειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται· καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὂν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων καὶ γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτως τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδὴ συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα σὺν αὐτοῖς τὰ θρυλλούμενα ῥᾳδίως ἔστησε τρόπαια. Τρισὶ δ' ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δηλητηρίῳ κατά τινας ἢ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας 494 καὶ ταύταις δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ. Τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον ἐπὶ τοῖς ἐκ Βερροίας κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγγαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτως. σὺν ἑνὶ τῶν θεραπόντων ἑσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν Βρίγγαν παραλαβὼν δι' ἔρωτος εἶναι αὐτῷ πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ παλαμναιοτάταις ἀραῖς. καί "πάλαι ἄν" ἔλεγε "πρὸς ταύτην ὡρμήκειν, εἰ μή με τῶν βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ' ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέφοντος· ἐγὼ γὰρ ὅσον ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι." καὶ τοῖς λόγοις πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον. τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώ495 μενον συναρπάσας ἔσχε τῶν ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέφανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυμναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης κατεργασθῆναι Θεοφανοῦς. Ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμήρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν· καὶ ὁ μὲν ἀπεβίω, οἱ δ' ἐκείνου παῖδες ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν ἐν Βουλγάροις τέσσαρες παῖδες, ∆αβίδ, Μωσῆς, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φωκᾶ δὲ Νικηφόρου εἰς