1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

42

καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων, ἴσχυσαν οἱ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρῆσαι κατ' ἀλλήλων αὐτοὺς πεποιήκασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες 156 τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται καὶ οἱ βάρβαροι ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιάσαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἱ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ' ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰκάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνων ἐδημεύθησαν αἱ περιουσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν. Ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλησίας καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ μʹ ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί. 157 οὐ μόνου δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν ἑκάστῃ τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογικῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε. καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς κατεκράτησε. Κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ καθίδρυται, τετελείωτο, ἐν ᾧ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἵστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι' οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, καταλέλυκε, πολλῆς ἐν ταῖς οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος. 158 καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνεπτώθη τῆς Κυζίκου τὸ ἥμισυ. Ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων, ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ' ἐκελεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ' ἕνα ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προσένεμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνεζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀνεπισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι. Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πατριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων 159 ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον "διὰ τί ταύτῃ τοὺς ἀρρενοφθόρους κολάζεις;" ἔφη "εἰ δ' ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον;" οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιήσατο, καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε· καὶ σὺ μεθ' ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα