1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

126

ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἕω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρατιωτικοῦ στρατηγοῦντι συντάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγκαίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει. ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγχάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον ἐτίθετο. οὕτω δὲ καὶ διὰ θαλάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρμουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν, ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρξαντο. ἀλλ' αὖθις αὐτοῖς αἱ τριήρεις ἐπέθεντο, καὶ δὶς οἱ βάρβαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γενομένους ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥῶς παθόντες πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων ἀπέσχοντο ἐπιθέσεως. Καὶ οἱ Ἀγαρηνοὶ δὲ διὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα καὶ τοῦ ἀδελφοῦ Θεοφίλου (πάππος δὲ 478 ὁ Θεόφιλος τοῦ μετέπειτα τῆς βασιλείας κρατήσαντος Ἰωάννου) ἥττηντό τε πολλάκις καὶ τεταπείνωντο καὶ πόλεις οὐκ ἐλαχίστας ὧν κατεῖχον ἀφῄρηντο. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς εἰς συναίσθησιν τάχα δόξας ἐλθεῖν τῆς ἐπιορκίας καὶ τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι' εὐποιιῶν ἔσπευδεν ἐξιλεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοὺς τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγαλόπολιν οἰκούντων μισθωτικῶς. τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν, ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα (δημόσια γάρ) καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐτῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστερῶν ἑαυτῷ μὲν ἀπεκλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύμπαντα, ταῖς δ' εὐποιίαις ῥανίδα μικρὰν ἀπεμέριζε, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ 479 βοῦν ἀπελάσας τοῦ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ' ὅλον αὐτὸς ἐθοινήσατο. ἀλλὰ ταῦτα κατ' ἀνθρωπίνην κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ' ἂν ἴσως εἴποι ἀσυντελῆ. Τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκομίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσα· ἡ δὲ ἁλῶναι παρὰ Ῥωμαίων πολιορκούντων αὐτὴν ἐκινδύνευεν· ἵν' οὖν φύγοιεν οἱ Ἐδεσηνοὶ τὴν ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφίκετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυΐα παρ' ἰατρῶν· ἀλλ' οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ' ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος ἐξέπνευσεν. 480 Ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς αὐτοῦ παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ' ἐγγενῆ τῆς βασιλείας διάδοχον Κωνσταντῖνον πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προϊστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράττεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν εἰκοστὸν καὶ ἕκτον ἐνιαυτόν· ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ τὴν βασιλείαν ἐπανασώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἵνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι' ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσεταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρὶ καὶ κατασχὼν