1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

139

ἐκ Λέσβου πρὸς Θρᾴκην ἐβουλεύσατο διαβῆναι, ἔχων συμπράττοντά οἱ καὶ τὸν Ἀβύδου ἀρχιεπίσκοπον· γνωσθεὶς δὲ τοὺς ὀφθαλμοὺς πηρωθῆναι καταδικάζεται σὺν τῷ υἱῷ Νικηφόρῳ. λέγεται δὲ τὸν βασιλέα κατὰ τὸ λεληθὸς ἐντείλασθαι τοῖς ἐπιτραπεῖσι τὴν πήρωσιν τῶν ἀνδρῶν μὴ ἐκκόψαι τούτοις τὰ ὄμματα, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, παραφυλάξαι δὲ τοῖς ἀνθρώποις ἀλώβητον τὸ ὁρᾶν. τούτων οὖν οὕτω συνενεχθέντων, γραφὴ καταλαμβάνει βασίλειος τὸν Σκληρὸν ἄρτι τοὺς Σκύθας τρεψάμενον 526 διαπεραιωθῆναι πρὸς τὴν ἑῴαν καὶ τῷ Βάρδᾳ τῷ Φωκᾷ ἀντικαταστῆναι. καὶ αὐτίκα ἀπῄει καὶ πρὸς Καισάρειαν γέγονε, καὶ οἱ περὶ τὸν Φωκᾶν ἐκεῖνον λιπόντες τῷ Σκληρῷ προσερρύησαν, μόνος δὲ μετὰ τῶν θεραπόντων περιλειφθεὶς πρὸς τὸ φρούριον κατέφυγε τὸ Τυροποιόν. ἤδη δ' ἐγγὺς ὄντα τοῦ εἰρημένου φρουρίου καταλαμβάνουσιν αὐτὸν ἱππεῖς πεμφθέντες πρὸς τοῦ Σκληροῦ· ὧν εἷς Κωνσταντῖνος ὁ Χάρων θρασύτερος τῶν ἄλλων, ὡς ἔοικεν, ὢν προφθάσας τοὺς συστρατιώτας μεθ' ὁρμῆς συντονωτέρας ἐπήρχετο τῷ Φωκᾷ· ὁ δὲ οὐράγει καὶ τοὺς σὺν αὐτῷ περιεῖπε, καὶ ὁ Χάρων ὕβρεσι τοῦτον ἔβαλλε. καὶ ὁ Φωκᾶς "οὐκ ἔδει σε" εἶπεν "ἄνθρωπον ἐν συμφοραῖς τοιαύταις γενόμενον ἐπιπλήσσειν." τοῦ δὲ Χάρωνος ἐν τούτοις ἐγγίσαντος τῷ Βάρδᾳ καὶ βαλεῖν ἐπιχειροῦντος αὐτόν, ἐκεῖνος τὴν κορύνην ἀνατείνας παίει τὸν Κωνσταντῖνον κατὰ τῆς κόρυθος καὶ ταύτην συνέτριψε μετὰ τῆς κεφαλῆς τοῦ ἀνδρός, καὶ εὐθὺς εἷλε τὸν πεπληγμένον πορφύρεος θάνατος, μιᾷ θανατωθέντα πληγῇ. οἱ δὲ κατόπιν ἐλαύνοντες ὁρῶντες τὸν πεσόντα ἀφίστανται τῆς διώξεως, καὶ ὁ Φωκᾶς εἰσέδυ τὸ φρούριον. εἶτα καὶ ὁ Σκληρὸς 527 παρεγένετο καὶ πέπεικεν αὐτὸν προσχωρῆσαι τῷ βασιλεῖ· καὶ προσελθόντα κληρικόν τε γενόμενον εἰς τὴν Χίον περιορίζει ὁ Τζιμισκής. καὶ ὁ Σκληρὸς αὖθις προστάττεται μεταβῆναι εἰς τὰ ἑσπέρια. Νυμφεύεται δ' ἑαυτῷ γυναῖκα ὁ βασιλεὺς σπουδῇ Βασιλείου τοῦ παρακοιμωμένου Θεοδώραν θυγατέρα Κωνσταντίνου τοῦ Πορφυρογεννήτου. ἔτει δὲ δευτέρῳ τῆς αὐτοῦ βασιλείας ἔαρος ἀναλάμψαντος ἐκστρατεύει κατὰ τῶν Ῥῶς σὺν στρατεύμασι πλείοσι καὶ στόλῳ περιφανεῖ· καὶ ἀπιόντι συναντῶσιν αὐτῷ πρεσβευταὶ δῆθεν τῶν Σκυθῶν· οἱ δὲ κατοπτῆρες ἦσαν καὶ τῆς τῶν Ῥωμαίων ἰσχύος κατάσκοποι, ὃ οὐδὲ τὸν βασιλέα διέλαθε. προστάξας οὖν περιαχθῆναι αὐτοὺς κατὰ πᾶν τὸ στρατόπεδον καὶ τοῦτο καταμαθεῖν, ἐκέλευσεν ἀπαλλάττεσθαι. ἐκείνων δὲ ἀπιόντων καὶ αὐτὸς εὐζώνους παραλαβὼν πεζοὺς εἰς χιλιάδας πέντε καὶ ἱππότας τετρακισχιλίους ὀπίσω τῶν πρέσβεων ἀπῄει καὶ ἀθρόον ἐγγὺς τῆς μεγάλης Περσθλάβας γίνεται καὶ 528 βάλλεται χάρακα, ὃ τοὺς Ταυροσκύθας εἰς ἀμηχανίαν ἐνέβαλε. Καλοκύρης δὲ ὁ τῶν κακῶν πρωτουργὸς ἐκεῖ τότε παρὼν καὶ γνοὺς τὸν βασιλέα παραγενόμενον, πρὸς τὴν τῶν Ῥῶς ἀπέδρα παρεμβολήν, ἀφ' οὗ τὴν τοῦ βασιλέως παρουσίαν μαθόντες ἐτεθορύβηντο, ὅμως μέντοι παραστρατοπεδεύονται τοῖς Ῥωμαίοις. οἱ δὲ περὶ τὸν βασιλέα ἐλθόντες εἰς τὸ τῆς Περσθλάβας ἄστυ, ὡς εἴρηται, καταλαμβάνουσιν ἐκτὸς γυμναζομένους ὡς ὀκτακισχιλίους κἀκείνοις συνέμιξαν. οἱ δὲ πρὸς μὲν ὀλίγον ἀντέσχον, εἶτα νῶτα στρέψαντες ἔφευγον. καὶ οἱ ἐντός, ὡς ἕκαστος ἠδύνατο ὁπλισάμενοι, ἐπικουρήσοντες τοῖς ὁμοφύλοις ἐξῄεσαν, καὶ ἀσυντάκτως αὐτοῖς χωροῦσιν ὑπαντιάζοντες οἱ Ῥωμαῖοι ἀνῄρουν, οἱ δὲ εἰς τὴν πόλιν αὖθις ἀνθυπενόστουν. ἀλλ' ἱππέων τινῶν ἐξιππασαμένων καὶ τὴν εἰς τὴν πόλιν ἀπάγουσαν ἀτραπὸν ἐπιτειχισάντων, οἱ βάρβαροι ἀνὰ τὸν ἐκτὸς τοῦ ἄστεος χῶρον ἐσκίδναντο· ἔνθα οἱ μὲν ἐζωγροῦντο, οἱ δὲ καὶ ἐκτείνοντο, οἱ δ' ἐν τῇ πόλει τὰς πύλας κλείσαντες ἐπολιορκοῦντο. τῇ δ' ἑξῆς τοῦ παρακοιμωμένου Βασιλείου μετὰ 529 πάσης τῆς στρατιᾶς ἐλθόντος, ἐρρωμενέστερον ὁ βασιλεὺς τῇ πολιορκίᾳ ἐπικεχείρηκε· καί τινες διὰ κλιμάκων εἰς τὸ τεῖχος ἀναβεβήκασι καὶ τοὺς ἐκεῖ τῶν βαρβάρων καταληφθέντας συγκόψαντες ξίφεσι τὰς πύλας ἠνέῳξαν καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ πάσῃ ῥᾳδίαν παρέσχον τὴν εἴσοδον. καὶ οὕτως μὲν τὸ τῆς Περσθλάβας ἄστυ