1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

115

δῆθεν. ἐν γὰρ λόχμῃ τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ τοιαῦτα ποιήσας ὁ Σανταβαρηνὸς καὶ τούτοις ἐκπλήξας τὸν 437 βασιλέα ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆσθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν. ὁ δὲ Λέων, ὁ δεύτερος τῶν τοῦ βασιλέως υἱῶν ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυγεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρμακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς τισι κέντροις πληττόμενος εἰς ἄμυναν διανίσταται καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα "νεανίαν ὄντα σε" λέγει "ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ." ὁ δὲ μὴ φωράσας τὸν δόλον ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος χρᾶται εἰς ἄμυναν καὶ τῷ βασιλεῖ "ἐπιβουλεύει σοι" φησίν "ὁ υἱός σου, καὶ τούτου δεῖγμα τὸ φέρειν, ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον." ἐξῆλθεν 438 οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί· εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον, ἔδοξεν ἀληθεύειν ὁ κατειπών, ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσίετο· ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἱ προὔχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος τὸν βασιλέα μετέστησαν. τέως δ' οὖν ἐπέμενεν ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος ἐτρίβη συχνός· συνευωχεῖτο δ' ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγένετο παλαιᾶς. ἦν δ' ἐν τῷ οἴκῳ, καθ' ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον τῶν μιμηλῶν, καλούμενον ψιττακός· τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καί "Λέων Λέων" ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύτας τοῦ ὄρνιθος οἱ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες 439 τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν τε τοῦ συμποσίου καὶ δακρύων πλησθέντες "εἶτα" φασίν "οὐκ εἰς κατηγορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κράτους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου, ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν; ἄνες, δέσποτα, τὴν κατ' ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἢ μᾶλλον πρόσιδε ὡς πατήρ." τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργὴν καί οἱ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέδωκε τὴν βασίλειον. Εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερφυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον ἐδίωκε καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο, ᾐωρημένος τοῦ ζῴου τοῖς κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ' ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν, καὶ ἡ 440 σκῆψις ὡς εὐπρεπής· "ὅτι ξίφος" ἔφη, "ἐπὶ βασιλέα γυμνώσειε," μὴ λογισάμενος ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄνθρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασιλικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινηθεὶς τὰ σπλάγχνα ἐπεβίω μέν, ἀλλ' οὐκ εἰς μακρόν· ἀπεβίω δ' ἐντεῦθεν,