1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

74

Νικήταν, οὐδ' ἐξ ἐλευθέρων, ἀλλ' ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ' ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ' αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν 278 αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν. Καθ' ἑκάστην δὲ τῇ κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν μοναστηρίων μανίᾳ προσετίθει ὁ βέβηλος. ἀκόλαστος δὲ ὢν καὶ τρεῖς γυναῖκας ἠγάγετο, καὶ ἐκ μὲν τῆς πρώτης ἔσχε παῖδα τὸν Λέοντα, ὃν καὶ τοῦ τῆς βασιλείας ὀνόματος κατηξίωσεν, ἐκ δὲ τῶν ἄλλων Χριστοφόρον, Νικηφόρον τε καὶ Νικήταν. καὶ τοὺς μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικήταν ἐτίμησε νωβελίσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθηνῶν καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταντῖνος ὀνομασθείς. Αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριηρῶν καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ 279 τοῦ Ἴστρου εἰς Βουλγαρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀναζεῦξαι διεμελέτα. οἱ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐτὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τούτοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυρέντες παρὰ τούτου τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι κατά τινος τῶν Ῥωμαϊκῶν χωρῶν, ἵν' ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, ὅτε ὥρμησαν ἐκ Βουλγαρίας οἱ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ' αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ' αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλγάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων 280 δὲ ἀρχηγὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνύσθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ τίνες οὗτοι, κατασοφίζεται τὴν τοῦ Κοπρωνύμου κουφότητα καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι' ἀπορρήτων βούλεσθαι προσελθεῖν αὐτῷ καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων, ἵν' ἐκείνοις θαρρήσειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ' ἀνοήτως τοὺς αὐτῷ προσκειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρβαρος συλλαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διεχρήσατο. καὶ αὖθις δὲ κατὰ Βουλγάρων ὁ αὐτοκράτωρ οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ Ἀρκαδιούπολιν στρατοπεδευομένου οἱ πόδες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λαῦροι πυρετοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων μηδὲ παρὰ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλίνης φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους