1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

117

αἰχμαλώτους Βουλγάρους λήψοιτο πρότερον· καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τε τάγμασι τοῖς ἑῴοις καὶ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ' ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων τοῦτον εἶχε τὸν τρόπον. Ὁ δὲ βασιλεὺς ἐν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυγατρὶ τῇ Ζωῇ ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ βασίλεια καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεοφανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ νόμιμον ἔθετο γαμετὴν τὴν πρὶν αὐτοῦ παλλακήν, ἣ ἐπ' ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ ἕνα ἐπὶ μησὶν ὀκτὼ τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνηκεν. ἑτέρα δ' αὖθις ἐπιβουλὴ 445 μηνύεται τῷ βασιλεῖ, ἣν ἐμελέτα ἐπείκτης Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοινώσατο, ὅρκοις πρότερον βεβαιώσαντι ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν καὶ μαθὼν τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἱ συνίστορες τοῦ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη πρωτοσπαθάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ. Ἠγάγετο δὲ καὶ τρίτην ὁ Λέων εὐνέτειραν, ἣ Εὐδοκία μὲν ἐκαλεῖτο, ἐκ δὲ τοῦ Ὀψικίου τὸ γένος εἷλκε καὶ τὴν ὥραν ἦν περιττή. ἀλλὰ καὶ αὕτη βραχύ τι συνεζήκει τῷ βασιλεῖ· συλλαβοῦσα γὰρ καὶ πρὸς τῷ τεκεῖν γενομένη σὺν τῷ τεχθέντι ἀπέθανεν. ἔχων δὲ δι' ἐφέσεως οὗτος ὁ αὐτοκράτωρ παῖδα ἐσχηκέναι, μᾶλλον μέντοι καὶ κεχρηματισμένον ἐσχηκὼς τοῦτο (ἦν γὰρ ἐραστὴς σοφίας παντοδαπῆς καὶ αὐτῆς δῆτα τῆς ἀπορρήτου, ἣ δι' ἐπῳδῶν μαντεύεται τὰ ἐσόμενα, καὶ περὶ τὰς τῶν ἀστέρων δ' ἐσχολάκει κινήσεις καὶ τὴν ἐκ τούτων ἀποτελεσματικὴν ἐπιστήμην μετήρχετο, καὶ εὕρισκεν ὡς ἕξει παῖδα τῆς βασιλείας 446 διάδοχον) καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψῖναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ' ἐφ' ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντωνίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐπιζήσαντος ἔτη *** καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν, ὃν Κωνσταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνηγόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα ἐκείνης ἔγγιστα τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ' ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς Μαγδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωίμων καὶ τοῦ στόλου μὴ πλέοντος, τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν 447 τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά. Προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γενομένης τοῦ βασιλεύοντος εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν· καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρμησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς· καὶ συνέτριψεν ἂν αὐτήν, εἰ μὴ τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. τέως δ' οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρέον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν· ὅτι δ' οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπεκράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ τόλμημα ποιήσας βασάνοις ὑποβληθεὶς καὶ μηδένα μηνύσας συνίστορα χεῖρας ἀπετμήθη καὶ πόδας καὶ τέλος παρεδόθη πυρί. ὁ