1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

6

Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε καί, ἀθροισθέντων τιʹ καὶ ηʹ ἁγίων πατέρων, ἐν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί (ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι) καὶ αὐτὸς ὁ χριστιανικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νίκαιαν καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν 21 υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν. Ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ' ἱστορούμενα παρά τινων εὕρηται· ἀμφίβολα δ' ἐκεῖνος αὐτὰ δι' ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν ∆αβὶδ εἰσάγων λέγοντα "αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν," φησὶ τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς ποιητὴν πανηγεμόνα νομίζεσθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτερεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς. 22 καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ' ὀλίγα καὶ ὅτι ἔστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη, καὶ ὁ Σολομὼν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας "κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ" καὶ ἑξῆς. καὶ μεθ' ἕτερα πλείονα φάσκει "καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν." ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρακτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος. Ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ 23 τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολογήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ "οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος," τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία μετέπειτα προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο. Ὁ δ' ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμονοίᾳ ἡσθεὶς ἐδεξιοῦτο αὐτούς. καί τινων τῆς ὑπὲρ τοῦ σωτῆρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασι, κατησπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατά τινων ἐπισκόπων, οὔτ' ἀνέγνω τούτους οὔτ' εἰς ζήτησιν ἤνεγκεν, ἀλλ' ἐνώπιον ἁπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι "κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρτάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα." ἐκεῖθεν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγὼν πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην 24 τὸν ἱερὸν Ἀλέξανδρον (ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν), ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος. Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἐλένη εἰς γῆρας βαθὺ καταντήσασα (ὀγδοήκοντα γὰρ λέγεται ζῆσαι ἐνιαυτούς) πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς βασιλικῶς ἐθησαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων