1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

67

ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρ251 βαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς τὴν εὐσέβειαν σπούδασμα ἔθετο καὶ στείλας παρ' αὐτοῖς ἱεροὺς ἄνδρας δι' αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐτοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ' οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ' ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαίων ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανὸς στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὓς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, χρήμασι πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος καὶ συχνοὺς διατρίψας 252 ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς (ἀνῄρητο γάρ), μήτε μὴν τὸν Φιλιππικόν (καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα). πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε· ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, ὡς εἴρηται, δῆθεν ἀμύνων ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής (ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος) καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μάσαλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ 253 μεγάλῳ ὁ ἀρχισατράπης Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν, ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα. Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε· καὶ οὐχ 254 ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώμῃ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ' ἀγγελθέντα τῷ Λέοντι διανέστησαν αὐτὸν τῷ τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα (χαρτουλάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή) πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος εὐθὺς ἀπέ255 δρα καὶ πρὸς Λογγιβαρδίαν ἐφοίτησε.