1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

13

διέφθειραν. Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν 47 Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενισομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς οὖν τὸν τῆς ἀδελφῆς ὁ Κωνστάντιος θάνατον αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλον τοῦ ἀξιώματος καὶ ὑπερόριον τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσοντας, παρὰ τῶν περὶ αὐτὸν πρὸς τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ' αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρωπον. Ὁ μὲν οὖν ἀνῄρητο· τῶν πέραν δὲ τοῦ Ῥήνου βαρβάρων ταῖς Γαλλίαις ἐπικειμένων, ἐκπέμπεται Σιλβανὸς ἀνακόψων αὐτῶν τὰς ὁρμάς, ἀνὴρ στρατηγικώτατος καὶ ἄριστος τὰ πολέμια. διαβολαῖς δὲ κατ' αὐτοῦ πιστεύσας ὁ βασιλεύς (εἶχε γὰρ ἐπικλινεῖς τὰς ἀκοὰς πρὸς διαβολάς) ἐβυσσοδόμευε δεινὰ κατὰ τοῦ ἀνδρός. ὃ γνοὺς ἐκεῖνος πρὸς ἀποστασίαν ἀπέκλινε καὶ σχῆμα 48 Καίσαρος ἑαυτῷ περιέθετο· οὐκ ἐπὶ μακρὸν δὲ τῇ ἀποστασίᾳ ἐχρήσατο. σταλεὶς γὰρ Οὐρσικῖνος ἐκεῖ καὶ χρήμασι τῶν ἐκείνου στρατιωτῶν τινας ὑποφθείρας, δι' ἐκείνων ἀνεῖλε τὸν Σιλβανὸν καὶ τὴν ἀποστασίαν κατέπαυσε. Τῷ μέντοι Κωνσταντίῳ ἀναζευγνύντι ἀπὸ τῶν ἑσπερίων καὶ ἐπανιόντι πρὸς τὸ Βυζάντιον ἐκ τῶν Περσῶν πρέσβεις περὶ τὸ Σίρμιον συνηντήκασιν, ἐσταλμένοι παρὰ Σαπώρου, ἀπαιτοῦντος ἀποδοθῆναι Πέρσαις τὴν Μεσοποταμίαν καὶ Ἀρμενίαν, ἵν' οὕτω παύσαιντο Ῥωμαίοις μαχόμενοι· ταύτας γὰρ τὰς χώρας ἀνέκαθεν ἐκ προγόνων αὐτοῖς διαφέρειν· εἰ δ' οὐ πείθοιτο, δηλοῦντος τῷ αὐτοκράτορι ὑπὸ τῷ Ἄρει δικαστῇ ποιήσασθαι τὴν τῆς ὑποθέσεως ζήτησιν. πρὸς ταῦτα ἀνταπέστειλεν αὐτῷ ὁ Κωνστάντιος θαυμάζειν, εἰ ἐπελάθετο, ὅτι Πέρσαι Μακεδόσιν ἐδούλευσαν καὶ ὅτι Μακεδόνων Ῥωμαίοις ὑποταγέντων καὶ οἱ ἐκείνοις δουλεύοντες ὑπήκοοι Ῥωμαίοις ἐγένοντο. τούτοις ὁ Σαπώρης παροξυνθεὶς πρὸς πόλεμον ἀπεῖδε. καὶ αὖθις εἰς πολιορκίαν κατέστη Νισίβεως. ὡς δ' οὐδὲν ἐπέραινε κατ' αὐτῆς, ἀπέστη καὶ ἑτέρων ἀπεπειρᾶτο. ὡς δὲ κἀκείνων ἀπεκρούσθη, εἰς Ἄμιδαν κατηντήκει καὶ ταύτης ἐκράτησε. 49 Κωνστάντιος δὲ μὴ οἷός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὸν Ἰουλιανὸν μετακαλεσάμενος Καίσαρά τε ἀνεῖπε καὶ Ἐλένην αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν. λέγεται δὲ τῇ μητρὶ αὐτοῦ κυούσῃ αὐτὸν ἐνύπνιον γενέσθαι καὶ δόξαι τὸν Ἀχιλλέα τεκεῖν. ἡ δὲ διυπνισθεῖσα καὶ τὸ ὄναρ διηγουμένη τῷ ἀνδρὶ ἔτεκε τοῦτον μήτ' ὠδίνων σχεδὸν ἐπ' αὐτῷ πειραθεῖσα καὶ τεκοῦσα πρὶν ἢ γνοίη ὡς μέλλει τίκτειν. ἐντεῦθεν μεγάλας ἐπ' αὐτῷ ἐσχηκότες ἐλπίδας οἱ τούτου γονεῖς Εὐσεβίῳ τῷ Νικομηδείας αὐτὸν παραδεδώκασι παρ' αὐτοῦ μυηθησόμενον τὴν θείαν γραφήν. Καίσαρα δὲ τοῦτον ἀναγορεύσας ὁ αὐτοκράτωρ Κωνστάντιος εἰς Γαλλίας ἐξέπεμψε μετ' ὀλίγων πάνυ στρατιωτῶν, ὡς ὑπόνοιαν ἐντεῦθεν ἐγγίνεσθαι ὅτι οὐ κοινωνὸν τῆς ἀρχῆς ὁ Κωνστάντιος εἵλετο τὸν Ἰουλιανόν, ἀλλ' εἰς ἐπιβουλῆς 50 αὐτῷ πρόφασιν τὸ σχῆμα περιέβαλε τὸ τοῦ Καίσαρος, ἵν' ὑπὸ τῶν πολεμίων διαφθαρῇ, μὴ ἔχων δύναμιν πρὸς τὸν κατ' ἐκείνων πόλεμον ἀξιόχρεων. ὁ δὲ ἀπελθὼν καὶ ἀγαθῇ τύχῃ χρησάμενος συμβάλλει τοῖς πολεμίοις καὶ ἀνελπίστως νικᾷ. καὶ αὖθις ἑαυτοὺς ἀνακτησαμένων τῶν πολεμίων, προσμίγνυται αὐτοῖς καὶ τρόπαιον ἵστησι, πολλῶν μὲν ἀναιρεθέντων, πολλῶν δ' ἀπολομένων ἐν τῷ παραρρέοντι ποταμῷ, καὶ ζωγρηθέντων οὐκ ἐλαττόνων. ὅτε καὶ ἕνδεκα φασὶ χιλιάδας αἰχμαλώτων Ῥωμαίων τῶν τῆς αἰχμαλωσίας ἀπολυθῆναι δεσμῶν, ἡττηθέντων τῶν πολεμίων. εἶτα καὶ Ἀλαμαννοῖς πολεμήσας καὶ κατὰ τούτων ηὐτύχησε καὶ δεηθέντων αὐτοῦ τῷ ἔθνει ἐσπείσατο, λύσαντι τῆς δουλείας τοὺς παρ' αὐτοῖς ὄντας δορυαλώτους Ῥωμαίους. Τούτοις οὖν ὁ Καῖσαρ Ἰουλιανὸς